Epeisodion 5
Γραῦς
ἐτυπτόμην διὰ τοῦθʼ ὅλην τὴν ἡμέραν.
1015
οὕτω σφόδρα ζηλότυπος ὁ νεανίσκος ἦν.
Χρεμύλος
μόνος γὰρ ἥδεθʼ, ὡς ἔοικεν, ἐσθίων.
Γραῦς
καὶ τάς γε χεῖρας παγκάλας ἔχειν μʼ ἔθη.
Χρεμύλος
ὁπότε προτείνοιέν γε δραχμὰς εἴκοσιν.
Γραῦς
ὄζειν τε τῆς χρόας ἔφασκεν ἡδύ μου.
1020
Χρεμύλος
εἰ Θάσιον ἐνέχεις, εἰκότως γε νὴ Δία.
Γραῦς
τὸ βλέμμα θʼ ὡς ἔχοιμι μαλακὸν καὶ καλόν.
Χρεμύλος
οὐ σκαιὸς ἦν ἄνθρωπος, ἀλλʼ ἠπίστατο
γραὸς καπρώσης τἀφόδια κατεσθίειν.
Γραῦς
ταῦτʼ οὖν ὁ θεὸς ὦ φίλʼ ἄνερ οὐκ ὀρθῶς ποιεῖ,
1025
φάσκων βοηθεῖν τοῖς ἀδικουμένοις ἀεί.
Χρεμύλος
τί γὰρ ποιήσει; φράζε, καὶ πεπράξεται.
Γραῦς
ἀναγκάσαι δίκαιόν ἐστι νὴ Δία
τὸν εὖ παθόνθʼ ὑπʼ ἐμοῦ πάλιν μʼ ἀντευποιεῖν,
ἢ μηδʼ ὁτιοῦν ἀγαθὸν δίκαιόν ἐστʼ ἔχειν.
1030
Χρεμύλος
οὔκουν καθʼ ἑκάστην ἀπεδίδου τὴν νύκτα σοι;
Γραῦς
ἀλλʼ οὐδέποτέ με ζῶσαν ἀπολείψειν ἔφη.
Χρεμύλος
ὀρθῶς γε· νῦν δέ γʼ οὐκέτι ζῆν σʼ οἴεται.
Γραῦς
ὑπὸ τοῦ γὰρ ἄλγους κατατέτηκʼ ὦ φίλτατε.