Epeisodion 4
Συκοφάντης
οἴμοι μάλʼ αὖθις.
935
Καρίων
δὸς σύ μοι τὸ τριβώνιον,
935
ἵνʼ ἀμφιέσω τὸν συκοφάντην τουτονί.
Δίκαιος
μὴ δῆθʼ· ἱερὸν γάρ ἐστι τοῦ Πλούτου πάλαι.
Καρίων
ἔπειτα ποῦ κάλλιον ἀνατεθήσεται
ἢ περὶ πονηρὸν ἄνδρα καὶ τοιχωρύχον;
Πλοῦτον δὲ κοσμεῖν ἱματίοις σεμνοῖς πρέπει.
940
Δίκαιος
τοῖς δʼ ἐμβαδίοις τί χρήσεταί τις; εἰπέ μοι.
Καρίων
καὶ ταῦτα πρὸς τὸ μέτωπον αὐτίκα δὴ μάλα
ὥσπερ κοτίνῳ προσπατταλεύσω τουτῳί.
Συκοφάντης
ἄπειμι· γιγνώσκω γὰρ ἥττων ὢν πολὺ
ὑμῶν· ἐὰν δὲ σύζυγον λάβω τινὰ
945
καὶ σύκινον, τοῦτον τὸν ἰσχυρὸν θεὸν
ἐγὼ ποιήσω τήμερον δοῦναι δίκην,
ὁτιὴ καταλύει περιφανῶς εἶς ὢν μόνος
τὴν δημοκρατίαν, οὔτε τὴν βουλὴν πιθὼν
τὴν τῶν πολιτῶν οὔτε τὴν ἐκκλησίαν.
950
Δίκαιος
καὶ μὴν ἐπειδὴ τὴν πανοπλίαν τὴν ἐμὴν
ἔχων βαδίζεις, ἐς τὸ βαλανεῖον τρέχε·
ἔπειτʼ ἐκεῖ κορυφαῖος ἑστηκὼς θέρου.