Thesauros Edebiyat Komedya Ἐκκλησιάζουσαι

Ἐκκλησιάζουσαι

Ἐκκλησιάζουσαι Aristophanes

Parodos

[Exodus]
χωρῶμεν εἰς ἐκκλησίαν ὦνδρες· ἠπείλησε γὰρ
Χορός
ὁ θεσμοθέτης, ὃς ἂν 290
 
μὴ πρῲ πάνυ τοῦ κνέφους 290
 
ἥκῃ κεκονιμένος,
 
στέργων σκοροδάλμῃ
 
βλέπων ὑπότριμμα, μὴ
 
δώσειν τὸ τριώβολον.
 
ἀλλʼ ὦ Χαριτιμίδη
 
καὶ Σμίκυθε καὶ Δράκης
 
ἕπου κατεπείγων,
 
σαυτῷ προσέχων ὅπως
 
μηδὲν παραχορδιεῖς 295
 
ὧν δεῖ σʼ ἀποδεῖξαι· 295
 
ὅπως δὲ τὸ σύμβολον
 
λαβόντες ἔπειτα πλησίοι
 
καθεδούμεθʼ, ὡς
 
ἂν χειροτονῶμεν
 
ἅπανθʼ ὁπόσʼ ἂν δέῃ
 
τὰς ἡμετέρας φίλας.
 
καίτοι τί λέγω; φίλους
Parodos · 1 / 3 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi