Thesauros Edebiyat Komedya Ἐκκλησιάζουσαι

Ἐκκλησιάζουσαι

Ἐκκλησιάζουσαι Aristophanes

Eksodos

Θεραπαίνα
τίς γὰρ γένοιτʼ ἂν μᾶλλον ὀλβιώτερος,
 
ὅστις πολιτῶν πλεῖον ἢ τρισμυρίων
 
ὄντων τὸ πλῆθος οὐ δεδείπνηκας μόνος;
Χορὸς
εὐδαιμονικόν γʼ ἄνθρωπον εἴρηκας σαφῶς.
Θεραπαίνα
ποῖ ποῖ βαδίζεις; 1135
Βλέπυρος
ἐπὶ τὸ δεῖπνον ἔρχομαι. 1135
Θεραπαίνα
νὴ τὴν Ἀφροδίτην πολύ γʼ ἁπάντων ὕστατος.
 
ὅμως δʼ ἐκέλευε συλλαβοῦσάν μʼ ἡ γυνὴ
 
ἄγειν σε καὶ τασδὶ μετὰ σοῦ τὰς μείρακας.
 
οἶνος δὲ Χῖός ἐστι περιλελειμμένος
 
καὶ τἄλλʼ ἀγαθά. πρὸς ταῦτα μὴ βραδύνετε, 1140
 
καὶ τῶν θεατῶν εἴ τις εὔνους τυγχάνει,
 
καὶ τῶν κριτῶν εἰ μή τις ἑτέρωσε βλέπει,
 
ἴτω μεθʼ ἡμῶν· πάντα γὰρ παρέξομεν.
Βλέπυρος
οὔκουν ἅπασι δῆτα γενναίως ἐρεῖς
 
καὶ μὴ παραλείψεις μηδένʼ, ἀλλʼ ἐλευθέρως 1145
 
καλεῖς γέροντα μειράκιον παιδίσκον; ὡς
 
τὸ δεῖπνον αὐτοῖς ἐστʼ ἐπεσκευασμένον
 
ἁπαξάπασιν, ἢν ἀπίωσιν οἴκαδε.
 
ἐγὼ δὲ πρὸς τὸ δεῖπνον ἤδη ʼπείξομαι·
← Önceki Eksodos · 2 / 3 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi