Thesauros Edebiyat Komedya Ἐκκλησιάζουσαι

Ἐκκλησιάζουσαι

Ἐκκλησιάζουσαι Aristophanes

Stasimon 2

[Lyric-Scene 2]
ὑπὲρ μέδιμνόν ἐστʼ ἀνὴρ οὐδεὶς ἔτι. 1025
Νεανίας
ἐξωμοσία δʼ οὐκ ἔστιν;
Γραῦς Α
οὐ γὰρ δεῖ στροφῆς.
Νεανίας
ἀλλʼ ἔμπορος εἶναι σκήψομαι.
Γραῦς Α
κλάων γε σύ.
Νεανίας
τί δῆτα χρὴ δρᾶν;
Γραῦς Α
δεῦρʼ ἀκολουθεῖν ὡς ἐμέ.
Νεανίας
καὶ ταῦτʼ ἀνάγκη μοὐστί;
Γραῦς Α
Διομήδειά γε.
Νεανίας
ὑποστόρεσαί νυν πρῶτα τῆς ὀριγάνου 1030
 
καὶ κλήμαθʼ ὑπόθου συγκλάσασα τέτταρα,
 
καὶ ταινίωσαι καὶ παράθου τὰς ληκύθους,
 
ὕδατός τε κατάθου τοὔστρακον πρὸ τῆς θύρας.
Γραῦς Α
ἦ μὴν ἔτʼ ὠνήσει σὺ καὶ στεφάνην ἐμοί.
Νεανίας
νὴ τὸν Δίʼ ἤνπερ ᾖ γέ που τῶν κηρίνων· 1035
 
οἶμαι γὰρ ἔνδον διαπεσεῖσθαί σʼ αὐτίκα.
Νεᾶνις
ποῖ τοῦτον ἕλκεις;
Γραῦς Α
τὸν ἐμὸν αὐτῆς εἰσάγω.
Νεᾶνις
οὐ σωφρονοῦσά γʼ· οὐ γὰρ ἡλικίαν ἔχει
 
παρὰ σοὶ καθεύδειν τηλικοῦτος ὤν, ἐπεὶ
← Önceki Stasimon 2 · 9 / 14 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi