Thesauros Edebiyat Komedya Ἐκκλησιάζουσαι

Ἐκκλησιάζουσαι

Ἐκκλησιάζουσαι Aristophanes

Stasimon 1

[Choral]
περιμείνατέ νυν, ἵνα τῆς ἀρχῆς ἣν ἄρτι κεχιεροτόνημαι,
Πραξάγορα
ξυμβούλοισιν πάσαις ὑμῖν χρήσωμαι. καὶ γὰρ ἐκεῖ μοι
 
ἐν τῷ θορύβῳ καὶ τοῖς δεινοῖς ἀνδρειόταται γεγένησθε.
Βλέπυρος
αὕτη πόθεν ἥκεις Πραξαγόρα; 520
Πραξάγορα
τί δʼ ὦ μέλε 520
 
σοὶ τοῦθʼ;
Βλέπυρος
ὅ τί μοι τοῦτʼ ἔστιν; ὡς εὐηθικῶς.
Πραξάγορα
οὔτοι παρὰ τοῦ μοιχοῦ γε φήσεις.
Βλέπυρος
οὐκ ἴσως
 
ἑνός γε.
Πραξάγορα
καὶ μὴν βασανίσαι τουτί γέ σοι
 
ἔξεστι.
Βλέπυρος
πῶς;
Πραξάγορα
εἰ τῆς κεφαλῆς ὄζω μύρου.
Βλέπυρος
τί δʼ; οὐχὶ βινεῖται γυνὴ κἄνευ μύρου; 525
Πραξάγορα
οὐ δῆτα τάλαν ἔγωγε.
Βλέπυρος
πῶς οὖν ὄρθριον
 
ᾤχου σιωπῇ θοἰμάτιον λαβοῦσά μου;
Πραξάγορα
γυνή μέ τις νύκτωρ ἑταίρα καὶ φίλη
 
μετεπέμψατʼ ὠδίνουσα.
← Önceki Stasimon 1 · 3 / 16 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi