Thesauros Edebiyat Komedya Ἐκκλησιάζουσαι

Ἐκκλησιάζουσαι

Ἐκκλησιάζουσαι Aristophanes

Stasimon 1

[Agon]
πολὺ μέντοι δεινότερον τούτου τοῦ πράγματός ἐστι,
Βλέπυρος
τὸ ποῖον;
Πραξάγορα
εἴ σε φιλήσειεν Ἀρίστυλλος φάσκων αὑτοῦ πατέρʼ εἶναι.
Βλέπυρος
οἰμώζοι γʼ ἂν καὶ κωκύοι.
Πραξάγορα
σὺ δέ γʼ ὄζοις ἂν καλαμίνθης,
 
ἀλλʼ οὗτος μὲν πρότερον γέγονεν πρὶν τὸ ψήφισμα γενέσθαι,
 
ὥστʼ οὐχὶ δέος μή σε φιλήσῃ. 650
Βλέπυρος
δεινὸν μέντἂν ἐπεπόνθη. 650
 
τὴν γῆν δὲ τίς ἔσθʼ ὁ γεωργήσων;
Πραξάγορα
οἱ δοῦλοι. σοὶ δὲ μελήσει,
 
ὅταν ᾖ δεκάπουν τὸ στοιχεῖον, λιπαρὸν χωρεῖν ἐπὶ δεῖπνον.
Βλέπυρος
περὶ δʼ ἱματίων τίς πόρος ἔσται; καὶ γὰρ τοῦτʼ ἔστιν ἐρέσθαι.
Πραξάγορα
τὰ μὲν ὄνθʼ ὑμῖν πρῶτον ὑπάρξει, τὰ δὲ λοίφʼ ἡμεῖς ὑφανοῦμεν.
Βλέπυρος
ἓν ἔτι ζητῶ· πῶς ἤν τις ὄφλῃ παρὰ τοῖς ἄρχουσι δίκην τῳ, 655
 
πόθεν ἐκτείσει ταύτην; οὐ γὰρ τῶν κοινῶν γʼ ἐστὶ δίκαιον.
Πραξάγορα
ἀλλʼ οὐδὲ δίκαι πρῶτον ἔσονται.
Βλέπυρος
τουτὶ τοὔπος σʼ ἐπιτρίψει.
Πραξάγορα
κἀγὼ ταύτην γνώμην ἐθέμην· τοῦ γὰρ τάλαν οὕνεκʼ ἔσονται;
Βλέπυρος
πολλῶν οὕνεκα νὴ τὸν Ἀπόλλω· πρῶτον δʼ ἑνὸς οὕνεκα δήπου,
 
ἤν τις ὀφείλων ἐξαρνῆται. 660
← Önceki Stasimon 1 · 11 / 16 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi