Thesauros Edebiyat Komedya Βάτραχοι

Βάτραχοι

Βάτραχοι Aristophanes

Stasimon 1

[Lyric-Scene]
τί δέδρακας ὦ μιαρώτατʼ ἀνθρώπων;
Διόνυσος
ἐγώ;
 
ἔκρινα νικᾶν Αἰσχύλον. τιὴ γὰρ οὔ;
Εὐριπίδης
αἴσχιστον ἔργον προσβλέπεις μʼ εἰργασμένος;
Διόνυσος
τί δʼ αἰσχρόν, ἢν μὴ τοῖς θεωμένοις δοκῇ; 1475
Εὐριπίδης
ὦ σχέτλιε περιόψει με δὴ τεθνηκότα;
Διόνυσος
τίς οἶδεν εἰ τὸ ζῆν μέν ἐστι κατθανεῖν,
 
τὸ πνεῖν δὲ δειπνεῖν, τὸ δὲ καθεύδειν κῴδιον;
Πλούτων
χωρεῖτε τοίνυν ὦ Διόνυσʼ εἴσω.
Διόνυσος
τί δαί;
Πλούτων
ἵνα ξενίσω ʼγὼ σφὼ πρὶν ἀποπλεῖν. 1480
Διόνυσος
εὖ λέγεις 1480
 
νὴ τὸν Δίʼ· οὐ γὰρ ἄχθομαι τῷ πράγματι.
← Önceki Stasimon 1 · 38 / 38 Sonraki bölüm →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi