Thesauros Edebiyat Komedya Βάτραχοι

Βάτραχοι

Βάτραχοι Aristophanes

Stasimon 1

[Lyric-Scene]
καὶ τί ποτʼ ἐστὶ ταἴτιον; 1385
Διόνυσος
ὅτι εἰσέθηκε ποταμόν, ἐριοπωλικῶς
 
ὑγρὸν ποιήσας τοὔπος ὥσπερ τἄρια,
 
σὺ δʼ εἰσέθηκας τοὔπος ἐπτερωμένον.
Εὐριπίδης
ἀλλʼ ἕτερον εἰπάτω τι κἀντιστησάτω.
Διόνυσος
λάβεσθε τοίνυν αὖθις. 1390
Αἰσχύλος καί Εὐριπίδης
ἢν ἰδού. 1390
Διόνυσος
λέγε. 1390
Εὐριπίδης
οὐκ ἔστι Πειθοῦς ἱερὸν ἄλλο πλὴν λόγος.
Αἰσχύλος
μόνος θεῶν γὰρ Θάνατος οὐ δώρων ἐρᾷ.
Διόνυσος
μέθεσθε μέθεσθε· καὶ τὸ τοῦδέ γʼ αὖ ῥέπει·
 
θάνατον γὰρ εἰσέθηκε βαρύτατον κακόν.
Εὐριπίδης
ἐγὼ δὲ πειθώ γʼ ἔπος ἄριστʼ εἰρημένον. 1395
Διόνυσος
πειθὼ δὲ κοῦφόν ἐστι καὶ νοῦν οὐκ ἔχον.
 
ἀλλʼ ἕτερον αὖ ζήτει τι τῶν βαρυστάθμων,
 
ὅ τι σοι καθέλξει, καρτερόν τε καὶ μέγα.
Εὐριπίδης
φέρε ποῦ τοιοῦτον δῆτά μοὐστί; ποῦ;
Διόνυσος
φράσω·
 
βέβληκʼ Ἀχιλλεὺς δύο κύβω καὶ τέτταρα. 1400
 
λέγοιτʼ ἄν, ὡς αὕτη ʼστὶ λοιπὴ σφῷν στάσις.
← Önceki Stasimon 1 · 33 / 38 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi