Thesauros Edebiyat Komedya Βάτραχοι

Βάτραχοι

Βάτραχοι Aristophanes

Stasimon 1

Διόνυσος
ἄναγε σεαυτὸν ἐκποδών, εἰ σωφρονεῖς,
 
ἵνα μὴ κεφαλαίῳ τὸν κρόταφόν σου ῥήματι
 
θενὼν ὑπʼ ὀργῆς ἐκχέῃ τὸν Τήλεφον· 855
 
σὺ δὲ μὴ πρὸς ὀργὴν Αἰσχύλʼ ἀλλὰ πρᾳόνως
 
ἔλεγχʼ ἐλέγχου· λοιδορεῖσθαι δʼ οὐ πρέπει
 
ἄνδρας ποιητὰς ὥσπερ ἀρτοπώλιδας.
 
σὺ δʼ εὐθὺς ὥσπερ πρῖνος ἐμπρησθεὶς βοᾷς.
Εὐριπίδης
ἕτοιμός εἰμʼ ἔγωγε, κοὐκ ἀναδύομαι, 860
 
δάκνειν δάκνεσθαι πρότερος, εἰ τούτῳ δοκεῖ,
 
τἄπη, τὰ μέλη, τὰ νεῦρα τῆς τραγῳδίας,
 
καὶ νὴ Δία τὸν Πηλέα γε καὶ τὸν Αἴολον
 
καὶ τὸν Μελέαγρον κἄτι μάλα τὸν Τήλεφον.
Διόνυσος
τί δαὶ σὺ βουλεύει ποιεῖν; λέγʼ Αἰσχύλε. 865
Αἰσχύλος
ἐβουλόμην μὲν οὐκ ἐρίζειν ἐνθάδε·
 
οὐκ ἐξ ἴσου γάρ ἐστιν ἁγὼν νῷν.
Διόνυσος
τί δαί;
Αἰσχύλος
ὅτι ἡ ποίησις οὐχὶ συντέθνηκέ μοι,
 
τούτῳ δὲ συντέθνηκεν, ὥσθʼ ἕξει λέγειν.
 
ὅμως δʼ ἐπειδή σοι δοκεῖ, δρᾶν ταῦτα χρή. 870
Διόνυσος
ἴθι νυν λιβανωτὸν δεῦρό τις καὶ πῦρ δότω.
← Önceki Stasimon 1 · 3 / 38 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi