Thesauros Edebiyat Komedya Βάτραχοι

Βάτραχοι

Βάτραχοι Aristophanes

Stasimon 1

Αἰσχύλος
ληκύθιον ἀπώλεσεν.
Εὐριπίδης
ἔασον εἰπεῖν πρῶθʼ ὅλον με τὸν στίχον.
 
Οἰνεύς ποτʼ ἐκ γῆς πολύμετρον λαβὼν στάχυν 1240
 
θύων ἀπαρχάς—
Αἰσχύλος
ληκύθιον ἀπώλεσεν.
Διόνυσος
μεταξὺ θύων; καὶ τίς αὔθʼ ὑφείλετο;
Εὐριπίδης
ἔα αὐτὸν ὦ τᾶν· πρὸς τοδὶ γὰρ εἰπάτω.
 
Ζεύς, ὡς λέλεκται τῆς ἀληθείας ὕπο—
Διόνυσος
ἀπολεῖ σʼ· ἐρεῖ γάρ, ληκύθιον ἀπώλεσεν. 1245
 
τὸ ληκύθιον γὰρ τοῦτʼ ἐπὶ τοῖς προλόγοισί σου
 
ὥσπερ τὰ σῦκʼ ἐπὶ τοῖσιν ὀφθαλμοῖς ἔφυ.
 
ἀλλʼ ἐς τὰ μέλη πρὸς τῶν θεῶν αὐτοῦ τραποῦ.
Εὐριπίδης
καὶ μὴν ἔχω γʼ οἷς αὐτὸν ἀποδείξω κακὸν
 
μελοποιὸν ὄντα καὶ ποιοῦντα ταὔτʼ ἀεί. 1250
[Lyric-Scene]
τί ποτε πρᾶγμα γενήσεται;
Χορός
φροντίζειν γὰρ ἔγωγʼ ἔχω,
 
τίνʼ ἄρα μέμψιν ἐποίσει
 
ἀνδρὶ τῷ πολὺ πλεῖστα δὴ
 
καὶ κάλλιστα μέλη ποιήσαντι 1255
 
τῶν μέχρι νυνί.
← Önceki Stasimon 1 · 25 / 38 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi