Thesauros Edebiyat Komedya Βάτραχοι

Βάτραχοι

Βάτραχοι Aristophanes

Stasimon 1

Εὐριπίδης
ἀσαφὴς γὰρ ἦν ἐν τῇ φράσει τῶν πραγμάτων.
Διόνυσος
καὶ ποῖον αὐτοῦ βασανιεῖς;
Εὐριπίδης
πολλοὺς πάνυ.
 
πρῶτον δέ μοι τὸν ἐξ Ὀρεστείας λέγε.
Διόνυσος
ἄγε δὴ σιώπα πᾶς ἀνήρ. λέγʼ Αἰσχύλε. 1125
Αἰσχύλος
Ἑρμῆ χθόνιε πατρῷʼ ἐποπτεύων κράτη,
 
σωτὴρ γενοῦ μοι σύμμαχός τʼ αἰτουμένῳ.
 
ἥκω γὰρ ἐς γῆν τήνδε καὶ κατέρχομαι.
Διόνυσος
τούτων ἔχεις ψέγειν τι;
Εὐριπίδης
πλεῖν ἢ δώδεκα.
Διόνυσος
ἀλλʼ οὐδὲ πάντα ταῦτά γʼ ἔστʼ ἀλλʼ ἢ τρία. 1130
Εὐριπίδης
ἔχει δʼ ἕκαστον εἴκοσίν γʼ ἁμαρτίας.
Διόνυσος
Αἰσχύλε παραινῶ σοι σιωπᾶν· εἰ δὲ μή,
 
πρὸς τρισὶν ἰαμβείοισι προσοφείλων φανεῖ.
Αἰσχύλος
ἐγὼ σιωπῶ τῷδʼ;
Διόνυσος
ἐὰν πείθῃ γʼ ἐμοί.
Εὐριπίδης
εὐθὺς γὰρ ἡμάρτηκεν οὐράνιόν γʼ ὅσον. 1135
Αἰσχύλος
ὁρᾷς ὅτι ληρεῖς;
Διόνυσος
ἀλλʼ ὀλίγον γέ μοι μέλει.
Αἰσχύλος
πῶς φῄς μʼ ἁμαρτεῖν;
← Önceki Stasimon 1 · 18 / 38 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi