Thesauros Edebiyat Komedya Βάτραχοι

Βάτραχοι

Βάτραχοι Aristophanes

Parodos

[Parodos]
σκώψωμεν Ἀρχέδημον;
Χορός
ὃς ἑπτέτης ὢν οὐκ ἔφυσε φράτερας.
 
νυνὶ δὲ δημαγωγεῖ
 
ἐν τοῖς ἄνω νεκροῖσι,
 
κἀστὶν τὰ πρῶτα τῆς ἐκεῖ μοχθηρίας. 425
 
τὸν Κλεισθένους δʼ ἀκούω
 
ἐν ταῖς ταφαῖσι πρωκτὸν
 
τίλλειν ἑαυτοῦ καὶ σπαράττειν τὰς γνάθους·
 
κἀκόπτετʼ ἐγκεκυφώς,
 
κἄκλαε κἀκεκράγει 430
 
Σεβῖνον ὅστις ἐστὶν ἁναφλύστιος.
 
καὶ Καλλίαν γέ φασι
 
τοῦτον τὸν Ἱπποβίνου
 
κύσθου λεοντῆν ναυμαχεῖν ἐνημμένον.
Διόνυσος
ἔχοιτʼ ἂν οὖν φράσαι νῷν 435
 
Πλούτωνʼ ὅπου ʼνθάδʼ οἰκεῖ;
 
ξένω γάρ ἐσμεν ἀρτίως ἀφιγμένω.
Χορός
μηδὲν μακρὰν ἀπέλθῃς,
 
μηδʼ αὖθις ἐπανέρῃ με,
 
ἀλλʼ ἴσθʼ ἐπʼ αὐτὴν θύραν ἀφιγμένος. 440
← Önceki Parodos · 6 / 24 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi