Thesauros Edebiyat Komedya Βάτραχοι

Βάτραχοι

Βάτραχοι Aristophanes

Parodos

[Parabasis]
Μοῦσα χορῶν ἱερῶν· ἐπίβηθι καὶ ἔλθʼ ἐπὶ τέρψιν ἀοιδᾶς ἐμᾶς, 675
Χορός
τὸν πολὺν ὀψομένη λαῶν· ὄχλον, οὗ σοφίαι
 
μυρίαι κάθηνται
 
φιλοτιμότεραι Κλεοφῶντος, ἐφʼ οὗ δὴ χείλεσιν ἀμφιλάλοις
 
δεινὸν ἐπιβρέμεται 680
 
Θρῃκία χελιδὼν
 
†ἐπὶ βάρβαρον ἑζομένη πέταλον· †
 
κελαδεῖ δʼ ἐπίκλαυτον ἀηδόνιον νόμον, ὡς ἀπολεῖται,
 
κἂν ἴσαι γένωνται. 685
 
τὸν ἱερὸν χορὸν δίκαιόν ἐστι χρηστὰ τῇ πόλει
 
ξυμπαραινεῖν καὶ διδάσκειν. πρῶτον οὖν ἡμῖν δοκεῖ
 
ἐξισῶσαι τοὺς πολίτας κἀφελεῖν τὰ δείματα,
 
κεἴ τις ἥμαρτε σφαλείς τι Φρυνίχου παλαίσμασιν,
 
ἐγγενέσθαι φημὶ χρῆναι τοῖς ὀλισθοῦσιν τότε 690
 
αἰτίαν ἐκθεῖσι λῦσαι τὰς πρότερον ἁμαρτίας.
 
εἶτʼ ἄτιμόν φημι χρῆναι μηδένʼ εἶνʼ ἐν τῇ πόλει·
 
καὶ γὰρ αἰσχρόν ἐστι τοὺς μὲν ναυμαχήσαντας μίαν
 
καὶ Πλαταιᾶς εὐθὺς εἶναι κἀντὶ δούλων δεσπότας.
 
κοὐδὲ ταῦτʼ ἔγωγʼ ἔχοιμʼ ἂν μὴ οὐ καλῶς φάσκειν ἔχειν, 695
 
ἀλλʼ ἐπαινῶ· μόνα γὰρ αὐτὰ νοῦν ἔχοντʼ ἐδράσατε.
← Önceki Parodos · 22 / 24 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi