Thesauros Edebiyat Komedya Βάτραχοι

Βάτραχοι

Βάτραχοι Aristophanes

Parodos

[Parodos]
οὔκουν ἀτρέμʼ ἕξεις, ἤν τι καὶ χορδῆς λάβῃς;
Χορός
†ἔγειρε φλογέας λαμπάδας ἐν χερσὶ γὰρ ἥκει τινάσσων†, 340
 
Ἴακχʼ ὦ Ἴακχε,
 
νυκτέρου τελετῆς φωσφόρος ἀστήρ.
 
φλογὶ φέγγεται δὲ λειμών·
 
γόνυ πάλλεται γερόντων· 345
 
ἀποσείονται δὲ λύπας
 
χρονίους τʼ ἐτῶν παλαιῶν ἐνιαυτοὺς
 
ἱερᾶς ὑπὸ τιμᾶς. 350
 
σὺ δὲ λαμπάδι † φλέγων†
 
προβάδην ἔξαγʼ ἐπʼ ἀνθηρὸν ἕλειον δάπεδον
 
χοροποιὸν μάκαρ ἥβαν.
 
εὐφημεῖν χρὴ κἀξίστασθαι τοῖς ἡμετέροισι χοροῖσιν,
 
ὅστις ἄπειρος τοιῶνδε λόγων ἢ γνώμῃ μὴ καθαρεύει, 355
 
ἢ γενναίων ὄργια Μουσῶν μήτʼ εἶδεν μήτʼ ἐχόρευσεν,
 
μηδὲ Κρατίνου τοῦ ταυροφάγου γλώττης Βακχεῖʼ ἐτελέσθη,
 
ἢ βωμολόχοις ἔπεσιν χαίρει μὴ ʼν καιρῷ τοῦτο ποιοῦσιν,
 
ἢ στάσιν ἐχθρὰν μὴ καταλύει μηδʼ εὔκολός ἐστι πολίταις,
 
ἀλλʼ ἀνεγείρει καὶ ῥιπίζει κερδῶν ἰδίων ἐπιθυμῶν, 360
 
ἢ τῆς πόλεως χειμαζομένης ἄρχων καταδωροδοκεῖται,
← Önceki Parodos · 2 / 24 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi