Thesauros Edebiyat Komedya Βάτραχοι

Βάτραχοι

Βάτραχοι Aristophanes

Parodos

[Parodos]
Ἴακχʼ ὦ Ἴακχε.
Χορός
Ἴακχʼ ὦ Ἴακχε.
Ξανθίας
τοῦτʼ ἔστʼ ἐκεῖνʼ ὦ δέσποθʼ· οἱ μεμυημένοι
 
ἐνταῦθά που παίζουσιν, οὓς ἔφραζε νῷν.
 
ᾄδουσι γοῦν τὸν Ἴακχον ὅνπερ Διαγόρας. 320
Διόνυσος
κἀμοὶ δοκοῦσιν. ἡσυχίαν τοίνυν ἄγειν
 
βέλτιστόν ἐσθʼ, ἕως ἂν εἰδῶμεν σαφῶς.
Χορός
Ἴακχʼ ὦ πολυτίμητʼ ἐν ἕδραις ἐνθάδε ναίων,
 
Ἴακχʼ ὦ Ἴακχε, 325
 
ἐλθὲ τόνδʼ ἀνὰ λειμῶνα χορεύσων
 
ὁσίους ἐς θιασώτας,
 
πολύκαρπον μὲν τινάσσων
 
περὶ κρατὶ σῷ βρύοντα
 
στέφανον μύρτων, θρασεῖ δʼ ἐγκατακρούων 330
 
ποδὶ τὰν ἀκόλαστον
 
φιλοπαίγμονα τιμάν,
 
χαρίτων πλεῖστον ἔχουσαν μέρος, ἁγνάν, ἱερὰν 335
 
ὁσίοις μύσταις χορείαν.
Ξανθίας
ὦ πότνια πολυτίμητε Δήμητρος κόρη,
 
ὡς ἡδύ μοι προσέπνευσε χοιρείων κρεῶν.
Parodos · 1 / 24 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi