Thesauros Edebiyat Komedya Θεσμοφοριάζουσαι

Θεσμοφοριάζουσαι

Θεσμοφοριάζουσαι Aristophanes
Bölümler
Parodos

Parodos

[Prologue]
εὔφημος πᾶς ἔστω λαός,
Θεράπων
στόμα συγκλῄσας· ἐπιδημεῖ γὰρ 40
 
θίασος Μουσῶν ἔνδον μελάθρων
 
τῶν δεσποσύνων μελοποιῶν.
 
ἐχέτω δὲ πνοὰς νήνεμος αἰθήρ,
 
κῦμα δὲ πόντου μὴ κελαδείτω
 
γλαυκόν· 45
Μνησίλοχος
βομβάξ. 45
Εὐριπίδης
σίγα. 45
Μνησίλοχος
τι λέγει; 45
Θεράπων
πτηνῶν τε γένη κατακοιμάσθω,
 
θηρῶν τʼ ἀγρίων πόδες ὑλοδρόμων
 
μὴ λυέσθων.
Μνησίλοχος
βομβαλοβομβάξ.
Θεράπων
μέλλει γὰρ ὁ καλλιεπὴς Ἀγάθων
 
πρόμος ἡμέτερος— 50
Μνησίλοχος
μῶν βινεῖσθαι; 50
Θεράπων
τίς ὁ φωνήσας;
Μνησίλοχος
νήνεμος αἰθήρ.
Θεράπων
δρυόχους τιθέναι δράματος ἀρχάς.
 
κάμπτει δὲ νέας ἁψῖδας ἐπῶν,
 
τὰ δὲ τορνεύει, τὰ δὲ κολλομελεῖ,
 
καὶ γνωμοτυπεῖ κἀντονομάζει 55
 
καὶ κηροχυτεῖ καὶ γογγύλλει
 
καὶ χοανεύει.
Μνησίλοχος
καὶ λαικάζει.
Θεράπων
τίς ἀγροιώτας πελάθει θριγκοῖς;
Μνησίλοχος
ὃς ἕτοιμος σοῦ τοῦ τε ποιητοῦ
 
τοῦ καλλιεποῦς κατὰ τοῦ θριγκοῦ 60
 
συγγογγύλας καὶ συστρέψας
 
τουτὶ τὸ πέος χοανεῦσαι.
Θεράπων
ἦ που νέος γʼ ὢν ἦσθʼ ὑβριστὴς ὦ γέρον.
Εὐριπίδης
ὦ δαιμόνιε τοῦτον μὲν ἔα χαίρειν, σὺ δὲ
 
Ἀγάθωνά μοι δεῦρʼ ἐκκάλεσον πάσῃ τέχνῃ. 65
Θεράπων
μηδὲν ἱκέτευʼ· αὐτὸς γὰρ ἔξεισιν τάχα.
 
καὶ γὰρ μελοποιεῖν ἄρχεται· χειμῶνος οὖν
 
ὄντος κατακάμπτειν τὰς στροφὰς οὐ ῥᾴδιον,
 
ἢν μὴ προίῃ θύρασι πρὸς τὸν ἥλιον.
Εὐριπίδης
τί οὖν ἐγὼ δρῶ; 70
Θεράπων
περίμενʼ, ὡς ἐξερχεται. 70
Εὐριπίδης
ὦ Ζεῦ τί δρᾶσαι διανοεῖ με τήμερον;
Μνησίλοχος
νὴ τοὺς θεοὺς ἐγὼ πυθέσθαι βούλομαι
 
τί τὸ πρᾶγμα τουτί. τί στένεις; τί δυσφορεῖς;
 
οὐ χρῆν σε κρύπτειν ὄντα κηδεστὴν ἐμόν.
Εὐριπίδης
ἔστιν κακόν μοι μέγα τι προπεφυραμένον. 75
Μνησίλοχος
ποῖόν τι;
Εὐριπίδης
τῇδε θἠμέρᾳ κριθήσεται
 
εἴτʼ ἔστʼ ἔτι ζῶν εἴτʼ ἀπόλωλʼ Εὐριπίδης.
Μνησίλοχος
καὶ πῶς; ἐπεὶ νῦν γʼ οὔτε τὰ δικαστήρια
 
μέλλει δικάζειν οὔτε βουλῆς ἐσθʼ ἕδρα,
 
ἐπεὶ τρίτη ʼστὶ Θεσμοφορίων ἡ μέση. 80
Εὐριπίδης
τοῦτʼ αὐτὸ γὰρ τοι κἀπολεῖν με προσδοκῶ.
 
αἱ γὰρ γυναῖκες ἐπιβεβουλεύκασί μοι
 
κἀν Θεσμοφόροιν μέλλουσι περί μου τήμερον
 
ἐκκλησιάζειν ἐπʼ ὀλέθρῳ.
Μνησίλοχος
τιὴ τί δή;
Εὐριπίδης
ὁτιὴ τραγῳδῶ καὶ κακῶς αὐτὰς λέγω. 85
Μνησίλοχος
νὴ τὸν Ποσειδῶ καὶ δίκαιά γʼ ἂν πάθοις.
 
ἀτὰρ τίνʼ ἐκ τούτων σὺ μηχανὴν ἔχεις;
Εὐριπίδης
Ἀγάθωνα πεῖσαι τὸν τραγῳδοδιδάσκαλον
 
ἐς Θεσμοφόροιν ἐλθεῖν.
Μνησίλοχος
τί δράσοντʼ; εἰπέ μοι.
Εὐριπίδης
ἐκκλησιάσοντʼ ἐν ταῖς γυναιξὶ κἂν δέῃ 90
 
λέξονθʼ ὑπὲρ ἐμοῦ.
Μνησίλοχος
πότερα φανερῶς ἢ λάθρᾳ;
Εὐριπίδης
λάθρᾳ, στολὴν γυναικὸς ἠμφιεσμένον.
Μνησίλοχος
τὸ πρᾶγμα κομψὸν καὶ σφόδρʼ ἐκ τοῦ σοῦ τρόπου·
 
τοῦ γὰρ τεχνάζειν ἡμέτερος ὁ πυραμοῦς.
Εὐριπίδης
σίγα. 95
Μνησίλοχος
τί δʼ ἔστιν; 95
Εὐριπίδης
Ἁγάθων ἐξέρχεται. 95
Μνησίλοχος
καὶ ποῖός ἐστιν;
Εὐριπίδης
οὗτος οὑκκυκλούμενος.
Μνησίλοχος
ἀλλʼ ἢ τυφλὸς μέν εἰμʼ· ἐγὼ γὰρ οὐχ ὁρῶ
 
ἄνδρʼ οὐδένʼ ἐνθάδʼ ὄντα, Κυρήνην δʼ ὁρῶ.
Εὐριπίδης
σίγα· μελῳδεῖν γὰρ παρασκευάζεται.
Μνησίλοχος
μύρμηκος ἀτραπούς, ἢ τί διαμινύρεται; 100
Ἀγάθων
ἱερὰν χθονίαις δεξάμεναι
 
λαμπάδα κοῦραι ξὺν ἐλευθέρᾳ
 
πατρίδι χορεύσασθε βοάν.
Χορὸς Ἀγάθωνος
τίνι δαιμόνων ὁ κῶμος;
 
λέγε νυν. εὐπίστως δὲ τοὐμὸν 105
 
δαίμονας ἔχει σεβίσαι.
Ἀγάθων
ἄγε νυν ὄλβιζε Μοῦσα
 
χρυσέων ῥύτορα τόξων
 
Φοῖβον, ὃς ἱδρύσατο χώρας
 
γύαλα Σιμουντίδι γᾷ. 110
Χορὸς Ἀγάθωνος
χαῖρε καλλίστας ἀοιδᾶς
 
Φοῖβʼ ἐν εὐμούσοισι τιμαῖς
 
γέρας ἱερὸν προφέρων.
Ἀγάθων
τάν τʼ ἐν ὄρεσι δρυογόνοισι
 
κόραν ἀείσατʼ 115
 
Ἄρτεμιν ἀγροτέραν.
Χορὸς Ἀγάθωνος
ἕπομαι κλῄζουσα σεμνὸν
 
γόνον ὀλβίζουσα Λατοῦς
 
Ἄρτεμιν ἀπειρολεχῆ.
Ἀγάθων
Λατώ τε κρούματά τʼ Ἀσιάδος 120
 
ποδὶ †παράρυθμʼ εὔρυθμα Φρυγίων
 
διανεύματα Χαρίτων†.
Χορὸς Ἀγάθωνος
σέβομαι Λατώ τʼ ἄνασσαν
 
κίθαρίν τε ματέρʼ ὕμνων
 
ἄρσενι βοᾷ δόκιμον, 125
 
τᾷ φάος ἔσσυτο δαιμονίοις θεοῦ ὄμμασιν
 
ἁμετέρας τε διʼ αἰφνιδίου ὀπός. ὧν χάριν
 
ἄνακτʼ ἄγαλλε Φοῖβον τιμᾷ.
 
χαῖρʼ ὄλβιε παῖ Λατοῦς.
Μνησίλοχος
ὡς ἡδὺ τὸ μέλος ὦ πότνιαι Γενετυλλίδες 130
 
καὶ θηλυδριῶδες καὶ κατεγλωττισμένον
 
καὶ μανδαλωτόν, ὥστʼ ἐμοῦ γʼ ἀκροωμένου
 
ὑπὸ τὴν ἕδραν αὐτὴν ὑπῆλθε γάργαλος.
 
καί σʼ ὦ νεανίσχʼ ὅστις εἶ, κατʼ Αἰσχύλον
 
ἐκ τῆς Λυκουργείας ἐρέσθαι βούλομαι. 135
 
ποδαπὸς ὁ γύννις; τίς πάτρα; τίς ἡ στολή;
 
τίς ἡ τάραξις τοῦ βίου; τί βάρβιτος
 
λαλεῖ κροκωτῷ; τί δὲ λύρα κεκρυφάλῳ;
 
τί λήκυθος καὶ στρόφιον; ὡς οὐ ξύμφορον.
 
τίς δαὶ κατόπτρου καὶ ξίφους κοινωνία; 140
 
τίς δʼ αὐτὸς ὦ παῖ; πότερον ὡς ἀνὴρ τρέφει;
 
καὶ ποῦ πέος; ποῦ χλαῖνα; ποῦ Λακωνικαί;
 
ἀλλʼ ὡς γυνὴ δῆτʼ· εἶτα ποῦ τὰ τιτθία;
 
τί φῄς; τί σιγᾷς; ἀλλὰ δῆτʼ ἐκ τοῦ μέλους
 
ζητῶ σʼ, ἐπειδή γʼ αὐτὸς οὐ βούλει φράσαι; 145
Ἀγάθων
ὦ πρέσβυ πρέσβυ, τοῦ φθόνου μὲν τὸν ψόγον
 
ἤκουσα, τὴν δʼ ἄλγησιν οὐ παρεσχόμην·
 
ἐγὼ δὲ τὴν ἐσθῆθʼ ἅμα γνώμῃ φορῶ.
 
χρὴ γὰρ ποιητὴν ἄνδρα πρὸς τὰ δράματα
 
ἃ δεῖ ποιεῖν πρὸς ταῦτα τοὺς τρόπους ἔχειν. 150
 
αὐτίκα γυναικεῖʼ ἢν ποιῇ τις δράματα,
 
μετουσίαν δεῖ τῶν τρόπων τὸ σῶμʼ ἔχειν.
Μνησίλοχος
οὐκοῦν κελητίζεις, ὅταν Φαίδραν ποιῇς;
Ἀγάθων
ἀνδρεῖα δʼ ἢν ποιῇ τις, ἐν τῷ σώματι
 
ἔνεσθʼ ὑπάρχον τοῦθʼ. ἃ δʼ οὐ κεκτήμεθα, 155
 
μίμησις ἤδη ταῦτα συνθηρεύεται.
Μνησίλοχος
ὅταν σατύρους τοίνυν ποιῇς, καλεῖν ἐμέ,
 
ἵνα συμποιῶ σοὔπισθεν ἐστυκὼς ἐγώ.
Ἀγάθων
ἄλλως τʼ ἄμουσόν ἐστι ποιητὴν ἰδεῖν
 
ἀγρεῖον ὄντα καὶ δασύν· σκέψαι δʼ ὅτι 160
 
Ἴβυκος ἐκεῖνος κἀνακρέων ὁ Τήιος
 
κἀλκαῖος, οἳ περὶ ἁρμονίαν ἐχύμισαν,
 
ἐμιτροφόρουν τε καὶ διεκλῶντʼ Ἰωνικῶς,
 
καὶ Φρύνιχος, τοῦτον γὰρ οὖν ἀκήκοας,
 
αὐτός τε καλὸς ἦν καὶ καλῶς ἠμπέσχετο· 165
 
διὰ τοῦτʼ ἄρʼ αὐτοῦ καὶ κάλʼ ἦν τὰ δράματα.
 
ὅμοια γὰρ ποιεῖν ἀνάγκη τῇ φύσει.
Μνησίλοχος
ταῦτʼ ἄρʼ ὁ Φιλοκλέης αἰσχρὸς ὢν αἰσχρῶς ποιεῖ,
 
ὁ δʼ αὖ Ξενοκλέης ὢν κακὸς κακῶς ποιεῖ,
 
ὁ δʼ αὖ Θέογνις ψυχρὸς ὢν ψυχρῶς ποιεῖ. 170
Ἀγάθων
ἅπασʼ ἀνάγκη· ταῦτα γάρ τοι γνοὺς ἐγὼ
 
ἐμαυτὸν ἐθεράπευσα.
Μνησίλοχος
πῶς πρὸς τῶν θεῶν;
Εὐριπίδης
παῦσαι βαΰζων· καὶ γὰρ ἐγὼ τοιοῦτος ἦν
 
ὢν τηλικοῦτος, ἡνίκʼ ἠρχόμην ποιεῖν.
Μνησίλοχος
μὰ τὸν Δίʼ οὐ ζηλῶ σε τῆς παιδεύσεως. 175
Εὐριπίδης
ἀλλʼ ὧνπερ οὕνεκʼ ἦλθον, ἔα μʼ εἰπεῖν.
Ἀγάθων
λέγε.
Εὐριπίδης
Ἀγάθων, σοφοῦ πρὸς ἀνδρός, ὅστις ἐν βραχεῖ
 
πολλοὺς καλῶς οἷός τε συντέμνειν λόγους.
 
ἐγὼ δὲ καινῇ ξυμφορᾷ πεπληγμένος
 
ἱκέτης ἀφῖγμαι πρὸς σέ. 180
Ἀγάθων
τοῦ χρείαν ἔχων; 180
Εὐριπίδης
μέλλουσί μʼ αἱ γυναῖκες ἀπολεῖν τήμερον
 
τοῖς Θεσμοφορίοις, ὅτι κακῶς αὐτὰς λέγω.
Ἀγάθων
τίς οὖν παρʼ ἡμῶν ἐστιν ὠφέλειά σοι;
Εὐριπίδης
ἡ πᾶσʼ· ἐὰν γὰρ ἐγκαθεζόμενος λάθρᾳ
 
ἐν ταῖς γυναιξίν, ὡς δοκῶν εἶναι γυνή, 185
 
ὑπεραποκρίνῃ μου, σαφῶς σώσεις ἐμέ.
 
μόνος γὰρ ἂν λέξειας ἀξίως ἐμοῦ.
Ἀγάθων
ἔπειτα πῶς οὐκ αὐτὸς ἀπολογεῖ παρών;
Εὐριπίδης
ἐγὼ φράσω σοι. πρῶτα μὲν γιγνώσκομαι·
 
ἔπειτα πολιός εἰμι καὶ πώγωνʼ ἔχω, 190
 
σὺ δʼ εὐπρόσωπος λευκὸς ἐξυρημένος
 
γυναικόφωνος ἁπαλὸς εὐπρεπὴς ἰδεῖν.
Ἀγάθων
Εὐριπίδη—
Εὐριπίδης
τί ἔστιν;
Ἀγάθων
ἐποίησάς ποτε,
 
χαίρεις ὁρῶν φῶς, πατέρα δʼ οὐ χαίρειν δοκεῖς;
Εὐριπίδης
ἔγωγε. 195
Ἀγάθων
μή νυν ἐλπίσῃς τὸ σὸν κακὸν 195
 
ἡμᾶς ὑφέξειν. καὶ γὰρ ἂν μαινοίμεθʼ ἄν.
 
ἀλλʼ αὐτὸς ὅ γε σόν ἐστιν οἰκείως φέρε.
 
τὰς συμφορὰς γὰρ οὐχὶ τοῖς τεχνάσμασιν
 
φέρειν δίκαιον ἀλλὰ τοῖς παθήμασιν.
Μνησίλοχος
καὶ μὴν ού γʼ ὦ κατάπυγον εὐρύπρωκτος εἶ 200
 
οὐ τοῖς λόγοισιν ἀλλὰ τοῖς παθήμασιν.
Εὐριπίδης
τί δʼ ἔστιν ὅτι δέδοικας ἐλθεῖν αὐτόσε;
Ἀγάθων
κάκιον ἀπολοίμην ἂν ἢ σύ.
Εὐριπίδης
πῶς;
Ἀγάθων
ὅπως;
 
δοκῶν γυναικῶν ἔργα νυκτερείσια
 
κλέπτειν ὑφαρπάζειν τε θήλειαν Κύπριν. 205
Μνησίλοχος
ἰδού γε κλέπτειν· νὴ Δία βινεῖσθαι μὲν οὖν.
 
ἀτὰρ ἡ πρόφασίς γε νὴ Δίʼ εἰκότως ἔχει.
Εὐριπίδης
τί οὖν; ποιήσεις ταῦτα;
Ἀγάθων
μὴ δόκει γε σύ.
Εὐριπίδης
ὦ τρισκακοδαίμων ὡς ἀπόλωλʼ Εὐριπίδης.
Μνησίλοχος
ὦ φίλτατʼ ὦ κηδεστὰ μὴ σαυτὸν προδῷς. 210
Εὐριπίδης
πῶς οὖν ποιήσω δῆτα;
Μνησίλοχος
τοῦτον μὲν μακρὰ
 
κλάειν κέλευʼ, ἐμοὶ δʼ ὅ τι βούλει χρῶ λαβών.
Εὐριπίδης
ἄγε νυν ἐπειδὴ σαυτὸν ἐπιδίδως ἐμοί,
 
ἀπόδυθι τουτὶ θοἰμάτιον.
Μνησίλοχος
καὶ δὴ χαμαί.
 
ἀτὰρ τί μέλλεις δρᾶν μʼ; 215
Εὐριπίδης
ἀποξυρεῖν ταδί, 215
 
τὰ κάτω δʼ ἀφεύειν.
Μνησίλοχος
ἀλλὰ πρᾶττʼ, εἴ σοι δοκεῖ.
 
ἢ μὴʼ πιδοῦνʼ ἐμαυτὸν ὤφελόν ποτε.
Εὐριπίδης
Ἀγάθων σὺ μέντοι ξυροφορεῖς ἑκάστοτε,
 
χρῆσόν τί νυν ἡμῖν ξυρόν.
Ἀγάθων
αὐτὸς λάμβανε
 
ἐντεῦθεν ἐκ τῆς ξυροδόκης. 220
Εὐριπίδης
γενναῖος εἶ. 220
 
κάθιξε· φύσα τὴν γνάθον τὴν δεξιάν.
Μνησίλοχος
ὤμοι.
Εὐριπίδης
τί κέκραγας; ἐμβαλῶ σοι πάτταλον,
 
ἢν μὴ σιωπᾷς.
Μνησίλοχος
ἀτταταῖ ἰατταταῖ.
Εὐριπίδης
οὗτος σὺ ποῖ θεῖς;
Μνησίλοχος
ἐς τὸ τῶν σεμνῶν θεῶν·
 
οὐ γὰρ μὰ τὴν Δήμητρά γʼ ἐνταυθοῖ μενῶ 225
 
τεμνόμενος.
Εὐριπίδης
οὔκουν καταγέλαστος δῆτʼ ἔσει
 
τὴν ἡμίκραιραν τὴν ἑτέραν ψιλὴν ἔχων;
Μνησίλοχος
ὀλίγον μέλει μοι.
Εὐριπίδης
μηδαμῶς πρὸς τῶν θεῶν
 
προδῷς με· χώρει δεῦρο.
Μνησίλοχος
κακοδαίμων ἐγώ.
Εὐριπίδης
ἔχʼ ἀτρέμα σαυτὸν κἀνάκυπτε· ποῖ στρέφει; 230
Μνησίλοχος
μυμῦ.
Εὐριπίδης
τί μύξεις; πάντα πεποίηται καλῶς.
Μνησίλοχος
οἴμοι κακοδαίμων, ψιλὸς αὖ στρατεύσομαι.
Εὐριπίδης
μὴ φροντίσῃ· ὡς εὐπρεπὴς φανεῖ πάνυ.
 
βούλει θεᾶσθαι σαυτόν;
Μνησίλοχος
εἰ δοκεῖ, φέρε.
Εὐριπίδης
ὁρᾷς σεαυτόν; 235
Μνησίλοχος
οὐ μὰ Δίʼ ἀλλὰ Κλεισθένη. 235
Εὐριπίδης
ἀνίστασʼ, ἵνʼ ἀφεύσω σε, κἀγκύψας ἔχε.
Μνησίλοχος
οἴμοι κακοδαίμων δελφάκιον γενήσομαι.
Εὐριπίδης
ἐνεγκάτω τις ἔνδοθεν δᾷδʼ ἢ λύχνον.
 
ἐπίκυπτε· τὴν κέρκον φυλάττου νυν ἄκραν.
Μνησίλοχος
ἐμοὶ μελήσει νὴ Δία, πλήν γʼ ὅτι κάομαι. 240
 
οἴμοι τάλας. ὕδωρ ὕδωρ ὦ γείτονες.
 
πρὶν ἀντιλαβέσθαι †πρωκτὸν τῆς φλογός.†
Εὐριπίδης
θάρρει.
Μνησίλοχος
τί θαρρῶ καταπεπυρπολημένος;
Εὐριπίδης
ἀλλʼ οὐκ ἔτʼ οἰδὲν πρᾶγμά σοι· τὰ πλεῖστα γὰρ
 
ἀποπεπόνηκας. 245
Μνησίλοχος
φῦ ἰοὺ τῆς ἀσβόλου. 245
 
αἰθὸς γεγένημαι πάντα τὰ περὶ τὴν τράμιν.
Εὐριπίδης
μὴ φροντίσῃς· ἕτερος γὰρ αὐτὰ σφογγιεῖ.
Μνησίλοχος
οἰμώξετἄρʼ εἴ τις τὸν ἐμὸν πρωκτὸν πλυνεῖ.
Εὐριπίδης
Ἀγάθων, ἐπειδὴ σαυτὸν ἐπιδοῦναι φθονεῖς,
 
ἀλλʼ ἱμάτιον γοῦν χρῆσον ἡμῖν τουτῳὶ 250
 
καὶ στρόφιον· οὐ γὰρ ταῦτά γʼ ὡς οὐκ ἔστʼ ἐρεῖς.
Ἀγάθων
λαμβάνετε καὶ χρῆσθʼ· οὐ φθονῶ.
Μνησίλοχος
τί οὖν λάβω;
Ἀγάθων
ὅ τι; τὸν κροκωτὸν πρῶτον ἐνδύου λαβών.
Μνησίλοχος
νὴ τὴν Ἀφροδίτην ἡδύ γʼ ὄζει ποσθίου.
 
σύζωσον ἀνύσας. αἶρε νῦν στρόφιον. 255
Εὐριπίδης
ἰδού. 255
Μνησίλοχος
ἴθι νυν κατάστειλόν με τὰ περὶ τὼ σκέλει.
Εὐριπίδης
κεκρυφάλου δεῖ καὶ μίτρας.
Ἀγάθων
ἡδὶ μὲν οὖν
 
κεφαλὴ περίθετος, ἣν ἐγὼ νύκτωρ φορῶ.
Εὐριπίδης
νὴ τὸν Δίʼ ἀλλὰ κἀπιτηδεία πάνυ.
Μνησίλοχος
ἆρʼ ἁρμόσει μοι; 260
Εὐριπίδης
νὴ Δίʼ ἀλλʼ ἄριστʼ ἔχει. 260
 
φέρʼ ἔγκυκλον·
Ἀγάθων
τουτὶ λάβʼ ἀπὸ τῆς κλινίδος.
Εὐριπίδης
ὑποδημάτων δεῖ.
Ἀγάθων
τἀμὰ ταυτὶ λάμβανε.
Μνησίλοχος
ἆρʼ ἁρμόσει μοι;
Εὐριπίδης
χαλαρὰ γοῦν χαίρεις φορῶν.
Ἀγάθων
σὺ τοῦτο γίγνωσκʼ· ἀλλʼ ἔχεις γὰρ ὧν δέει,
 
εἴσω τις ὡς τάχιστά μʼ ἐσκυκλησάτω. 265
Εὐριπίδης
ἁνὴρ μὲν ἡμῖν οὑτοσὶ καὶ δὴ γυνὴ
 
τό γʼ εἶδος· ἢν λαλῇς δʼ, ὅπως τῷ φθέγματι
 
γυναικιεῖς εὖ καὶ πιθανῶς.
Μνησίλοχος
πειράσομαι.
Εὐριπίδης
βάδιζε τοίνυν.
Μνησίλοχος
μὰ τὸν Ἀπόλλω οὔκ, ἤν γε μὴ
 
ὀμόσῃς ἐμοί— 270
Εὐριπίδης
τί χρῆμα; 270
Μνησίλοχος
συσσώσειν ἐμὲ 270
 
πάσαις τέχναις, ἤν μοί τι περιπίπτῃ κακόν.
Εὐριπίδης
ὄμνυμι τοίνυν αἰθέρʼ οἴκησιν Διός.
Μνησίλοχος
τί μᾶλλον ἢ τὴν Ἱπποκράτους ξυνοικίαν;
Εὐριπίδης
ὄμνυμι τοίνυν πάντας ἄρδην τοὺς θεούς.
Μνησίλοχος
μέμνησο τοίνυν ταῦθʼ, ὅτι ἡ φρὴν ὤμοσεν, 275
 
ἡ γλῶττα δʼ οὐκ ὀμώμοκʼ· οὐδʼ ὥρκωσʼ ἐγώ.
Εὐριπίδης
ἔκσπευδε ταχέως· ὡς τὸ τῆς ἐκκλησίας
 
σημεῖον ἐν τῷ Θεσμοφορείῳ φαίνεται.
 
ἐγὼ δʼ ἄπειμι.
Μνησίλοχος
δεῦρό νυν ὦ Θρᾷτθʼ ἕπου.
 
ὦ Θρᾷττα θέασαι, καομένων τῶν λαμπάδων 280
 
ὅσον τὸ χρῆμʼ ἀνέρχεθʼ ὑπὸ τῆς λιγνύος.
 
ἀλλʼ ὦ περικαλλεῖ Θεσμοφόρω δέξασθέ με
 
ἀγαθῇ τύχῃ καὶ δεῦρο καὶ πάλιν οἴκαδε.
 
ὦ Θρᾷττα τὴν κίστην κάθελε, κᾆτʼ ἔξελε
 
τὸ πόπανον, ὅπως λαβοῦσα θύσω τοῖν θεοῖν. 285
 
δέσποινα πολυτίμητε Δήμητερ φίλη
 
καὶ Φερρέφαττα, πολλὰ πολλάκις μέ σοι
 
θύειν ἔχουσαν, εἰ δὲ μἀλλὰ νῦν λαθεῖν.
 
καὶ τοῦ θυγατρίου χοῖρον ἀνδρός μοι τυχεῖν
 
πλουτοῦντος, ἄλλως δʼ ἠλιθίου κἀβελτέρου, 290
 
καὶ ποσθαλίσκον νοῦν ἔχειν μοι καὶ φρένας.
 
ποῦ ποῦ καθίζωμʼ ἐν καλῷ, τῶν ῥητόρων
 
ἵνʼ ἐξακούω; σὺ δʼ ἄπιθʼ ὦ Θρᾷττʼ ἐκποδών.
 
δούλοις γὰρ οὐκ ἔξεστʼ ἀκούειν τῶν λόγων.
[Parodos]
εὐφημία ʼστω, εὐφημία ʼστω. εὔχεσθε τοῖν 295
Κηρύκαινα
Θεσμοφόροιν τῇ Δήμητρι καὶ τῇ Κόρῃ καὶ τῷ
 
Πλούτῳ καὶ τῇ Καλλιγενείᾳ καὶ τῇ Κουροτρόφῳ
 
τῇ Γῇ καὶ τῷ Ἑρμῇ καὶ Χάρισιν ἐκκλησίαν 300
 
τήνδε καὶ σύνοδον τὴν νῦν κάλλιστα καὶ ἄριστα
 
ποιῆσαι, πολυωφελῶς μὲν πόλει τῇ Ἀθηναίων
 
τυχηρῶς δʼ ἡμῖν αὐταῖς. καὶ τὴν δρῶσαν 305
 
τήν τʼ ἀγορεύουσαν τὰ βέλτιστα περὶ τὸν δῆμον
 
τὸν Ἀθηναίων καὶ τὸν τῶν γυναικῶν ταύτην
 
νικᾶν. ταῦτʼ εὔχεσθε, καὶ ὑμῖν αὐταῖς τἀγαθά. 310
 
ἰὴ παιὼν ἰὴ παιών. χαίρωμεν.
Χορός
δεχόμεθα καὶ θεῶν γένος
 
λιτόμεθα ταῖσδʼ ἐπʼ εὐχαῖς
 
φανέντας ἐπιχαρῆναι.
 
Ζεῦ μεγαλώνυμε χρυσολύρα τε 315
 
Δῆλον ὃς ἔχεις ἱεράν,
 
καὶ σὺ παγκρατὲς κόρα γλαυκῶπι
 
χρυσόλογχε πόλιν οἰκοῦσα
 
περιμάχητον, ἐλθὲ δεῦρο.
 
καὶ πολυώνυμε θηροφόνη παῖ 320
 
Λατοῦς χρυσώπιδος ἔρνος,
 
σύ τε πόντιε σεμνὲ Πόσειδον
 
ἁλιμέδον προλιπὼν
 
μυχὸν ἰχθυόεντʼ οἰστροδόνητον,
 
Νηρέος ἐναλίου τε κόραι 325
 
Νύμφαι τʼ ὀρείπλαγκτοι.
 
χρυσέα τε φόρμιγξ
 
ἰαχήσειεν ἐπʼ εὐχαῖς
 
ἡμετέραις· τελέως δʼ
 
ἐκκλησιάσαιμεν Ἀθηναίων 330
 
εὐγενεῖς γυναῖκες. 330
Κηρύκαινα
εὔχεσθε τοῖς θεοῖσι τοῖς Ὀλυμπίοις
 
καὶ ταῖς Ὀλυμπίαισι καὶ τοῖς Πυθίοις
 
καὶ ταῖσι Πυθίαισι καὶ τοῖς Δηλίοις
 
καὶ ταῖσι Δηλίαισι τοῖς τʼ ἄλλοις θεοῖς,
 
εἴ τις ἐπιβουλεύει τι τῷ δήμῳ κακὸν 335
 
τῷ τῶν γυναικῶν ἢ ʼπικηρυκεύεται
 
Εὐριπίδῃ Μήδοις τʼ ἐπὶ βλάβῃ τινὶ
 
τῇ τῶν γυναικῶν, ἢ τυραννεῖν ἐπινοεῖ
 
ἢ τὸν τύραννον συγκατάγειν, ἢ παιδίον
 
ὑποβαλλομένης κατεῖπεν, ἢ δούλη τινὸς 340
 
προαγωγὸς οὖσʼ ἐνετρύλλισεν τῷ δεσπότῃ
 
ἢ πεμπομένη τις ἀγγελίας ψευδεῖς φέρει,
 
ἢ μοιχὸς εἴ τις ἐξαπατᾷ ψευδῆ λέγων
 
καὶ μὴ δίδωσιν ἃν ὑπόσχηταί ποτε,
 
ἢ δῶρά τις δίδωσι μοιχῷ γραῦς γυνή, 345
 
ἢ καὶ δέχεται προδιδοῦσʼ ἑταίρα τὸν φίλον,
 
κεἴ τις κάπηλος ἢ καπηλὶς τοῦ χοῶς
 
ἢ τῶν κοτυλῶν τὸ νόμισμα διαλυμαίνεται,
 
κακῶς ἀπολέσθαι τοῦτον αὐτὸν κᾠκίαν
 
ἀρᾶσθε, ταῖς δʼ ἄλλαισιν ὑμῖν τοὺς θεοὺς 350
 
εὔχεσθε πάσαις πολλὰ δοῦναι κἀγαθά.
Χορός
ξυνευχόμεσθα τέλεα μὲν
 
πόλει τέλεα δὲ δήμῳ
 
τάδʼ εὔγματα γενέσθαι,
 
τὰ δʼ ἄρισθʼ ὅσαις προσήκει 355
 
νικᾶν λεγούσαις· ὁπόσαι δʼ
 
ἐξαπατῶσιν παραβαίνουσί τε τοὺς
 
ὅρκους τοὺς νενομισμένους
 
κερδῶν οὕνεκʼ ἐπὶ βλάβῃ, 360
 
ἢ ψηφίσματα καὶ νόμον
 
ζητοῦσʼ ἀντιμεθιστάναι,
 
τἀπόρρητά τε τοῖσιν ἐχθροῖς
 
τοῖς ἡμετέροις λέγουσʼ,
 
ἢ Μήδους ἐπάγουσι γῇ 365
 
κερδῶν οὕνεκʼ ἐπὶ βλάβῃ,
 
ἀσεβοῦσιν ἀδικοῦσίν τε τὴν πόλιν.
 
ἀλλʼ ὦ παγκρατὲς
 
Ζεῦ ταῦτα κυρώσειας, ὥσθʼ
 
ἡμῖν θεοὺς παραστατεῖν 370
 
καίπερ γυναιξὶν οὔσαις.
Κηρύκαινα
ἄκουε πᾶς. ἔδοξε τῇ βουλῇ τάδε
 
τῇ τῶν γυναικῶν· Τιμόκλειʼ ἐπεστάτει,
 
Λύσιλλʼ ἐγραμμάτευεν, εἶπε Ζωστράτη· 375
 
ἐκκλησίαν ποιεῖν ἕωθεν τῇ μέσῃ
 
τῶν Θεσμοφορίων, ᾗ μάλισθʼ ἡμῖν σχολή,
 
καὶ χρηματίζειν πρῶτα περὶ Εὐριπίδου,
 
ὅ τι χρὴ παθεῖν ἐκεῖνον· ἀδικεῖν γὰρ δοκεῖ
 
ἡμῖν ἁπάσαις. τίς ἀγορεύειν βούλεται;
Γυνὴ Α
ἐγώ. 380
Κηρύκαινα
περίθου νυν τόνδε πρῶτον πρὶν λέγειν. 380
Χορός
σίγα σιώπα, πρόσεχε τὸν νοῦν· χρέμπτεται γὰρ ἤδη
 
ὅπερ ποιοῦσʼ οἱ ῥήτορες. μακρὰν ἔοικε λέξειν.
Γυνὴ Α
φιλοτιμίᾳ μὲν οὐδεμιᾷ μὰ τὼ θεὼ
 
λέξουσʼ ἀνέστην ὦ γυναῖκες· ἀλλὰ γὰρ
 
βαρέως φέρω τάλαινα πολὺν ἤδη χρόνον 385
 
προπηλακιζομένας ὁρῶς ἡμᾶς ὑπὸ
 
Εὐριπίδου τοῦ τῆς λαχανοπωλητρίας
 
καὶ πολλὰ καὶ παντοῖʼ ἀκουούσας κακά.
 
τί γὰρ οὗτος ἡμᾶς οὐκ ἐπισμῇ τῶν κακῶν;
 
ποῦ δʼ οὐχὶ διαβέβληχʼ, ὅπουπερ ἔμβραχυ 390
 
εἰσὶν θεαταὶ καὶ τραγῳδοὶ καὶ χοροί,
 
τὰς μοιχοτρόπους, τὰς ἀνδρεραστίας καλῶν,
 
τὰς οἰνοπότιδας, τὰς προδότιδας, τὰς λάλους,
 
τὰς οὐδὲν ὑγιές, τὰς μέγʼ ἀνδράσιν κακόν·
 
ὥστʼ εὐθὺς εἰσιόντες ἀπὸ τῶν ἰκρίων 395
 
ὑποβλέπουσʼ ἡμᾶς σκοποῦνταί τʼ εὐθέως
 
μὴ μοιχὸς ἔνδον ᾖ τις ἀποκεκρυμμένος.
 
δρᾶσαι δʼ ἔθʼ ἡμῖν οὐδὲν ὥσπερ καὶ πρὸ τοῦ
 
ἔξεστι· τοιαῦθʼ οὗτος ἐδίδαξεν κακὰ
 
τοὺς ἄνδρας ἡμῶν· ὥστʼ ἐάνπερ τις πλέκῃ 400
 
γυνὴ στέφανον, ἐρᾶν δοκεῖ· κἂν ἐκβάλῃ
 
σκεῦός τι κατὰ τὴν οἰκίαν πλανωμένη,
 
ἁνὴρ ἐρωτᾷ, ʼτῷ κατέαγεν ἡ χύτρα;
 
οὐκ ἔσθʼ ὅπως οὐ τῷ Κορινθίῳ ξένῳ.ʼ
 
κάμνει κόρη τις, εὐθὺς ἁδελφὸς λέγει, 405
 
τὸ χρῶμα τοῦτό μʼ οὐκ ἀρέσκει τῆς κόρης.
 
εἶεν, γυνή τις ὑποβαλέσθαι βούλεται
 
ἀποροῦσα παίδων, οὐδὲ τοῦτʼ ἔστιν λαθεῖν.
 
ἅνδρες γὰρ ἤδη παρακάθηνται πλησίον·
 
πρὸς τοὺς γέροντάς θʼ οἳ πρὸ τοῦ τὰς μείρακας 410
 
ἤγοντο, διαβέβληκεν, ὥστʼ οὐδεὶς γέρων
 
γαμεῖν ἐθέλει γυναῖκα διὰ τοὔπος τοδὶ
 
δέσποινα γὰρ γέροντι νυμφίῳ γυνή.
 
εἶτα διὰ τοῦτον ταῖς γυναικωνίτισιν
 
σφραγῖδας ἐπιβάλλουσιν ἤδη καὶ μοχλοὺς 415
 
τηροῦντες ἡμᾶς, καὶ προσέτι Μολοττικοὺς
 
τρέφουσι μορμολυκεῖα τοῖς μοιχοῖς κύνας.
 
καὶ ταῦτα μὲν ξυγγνώσθʼ. ἃ δʼ ἦν ἡμῖν πρὸ τοῦ
 
αὐταῖς ταμιεῦσαι καὶ προαιρούσαις λαθεῖν
 
ἄλφιτον ἔλαιον οἶνον, οὐδὲ ταῦτʼ ἔτι 420
 
ἔξεστιν. οἱ γὰρ ἄνδρες ἤδη κλῄδια
 
αὐτοὶ φοροῦσι κρυπτὰ κακοηθέστατα
 
Λακωνίκʼ ἄττα, τρεῖς ἔχοντα γομφίους.
 
πρὸ τοῦ μὲν οὖν ἦν ἀλλʼ ὑποῖξαι τὴν θύραν
 
ποιησαμέναισι δακτύλιον τριωβόλου, 425
 
νῦν δʼ οὗτος αὐτοὺς ᾡκότριψ Εὐριπίδης
 
ἐδίδαξε θριπήδεστʼ ἔχειν σφραγίδια
 
ἐξαψαμένους. νῦν οὖν ἐμοὶ τούτῳ δοκεῖ
 
ὄλεθρόν τινʼ ἡμᾶς κυρκανᾶν ἁμωσγέπως,
 
ἢ φαρμάκοισιν ἢ μιᾷ γέ τῳ τέχνῃ, 430
 
ὅπως ἀπολεῖται. ταῦτʼ ἐγὼ φανερῶς λέγω,
 
τὰ δʼ ἄλλα μετὰ τῆς γραμματέως συγγράψομαι.
[Lyric-Scene 1]
οὔπω ταύτης ἤκουσα
Χορός
πολυπλοκωτέρας γυναικὸς 435
 
οὐδὲ δεινότερον λεγούσης.
 
πάντα γὰρ λέγει δίκαια,
 
†πάσας δʼ ἰδέας ἐξήτασεν,
 
πάντα δʼ ἐβάστασεν φρενὶ πυκνῶς τε†
 
ποικίλους λόγους ἀνηῦρεν
 
εὖ διεζητημένους· 440
 
ὥστʼ ἂν εἰ λέγοι παρʼ αὐτὴν 440
 
Ξενοκλέης ὁ Καρκίνου, δοκεῖν
 
ἂν αὐτόν, ὡς ἐγᾦμαι,
 
πᾶσιν ὑμῖν
 
ἄντικρυς μηδὲν λέγειν.
Γυνὴ Β
ὀλίγων ἕνεκα καὐτὴ παρῆλθον ῥημάτων.
 
τὰ μὲν γὰρ ἄλλʼ αὕτη κατηγόρηκεν εὖ·
 
ἃ δʼ ἐγὼ πέπονθα, ταῦτα λέξαι βούλομαι. 445
 
ἐμοὶ γὰρ ἁνὴρ ἀπέθανεν μὲν ἐν Κύπρῳ
 
παιδάρια πέντε καταλιπών, ἁγὼ μόλις
 
στεφανηπλοκοῦσʼ ἔβοσκον ἐν ταῖς μυρρίναις.
 
τέως μὲν οὖν ἀλλʼ ἡμικάκως ἐβοσκόμην·
 
νῦν δʼ οὗτος ἐν ταῖσιν τραγῳδίαις ποιῶν 450
 
τοὺς ἄνδρας ἀναπέπεικεν οὐκ εἶναι θεούς·
 
ὥστʼ οὐκέτʼ ἐμπολῶμεν οὐδʼ εἰς ἥμισυ.
 
νῦν οὖν ἁπάσαισιν παραινῶ καὶ λέγω
 
τοῦτον κολάσαι τὸν ἄνδρα πολλῶν οὕνεκα·
 
ἄγρια γὰρ ἡμᾶς ὦ γυναῖκες δρᾷ κακά, 455
 
ἅτʼ ἐν ἀγρίοισι τοῖς λαχάνοις αὐτὸς τραφείς.
 
ἀλλʼ εἰς ἀγορὰν ἄπειμι· δεῖ γὰρ ἀνδράσιν
 
πλέξαι στεφάνους συνθηματιαίους εἴκοσιν.
[Lyric-Scene 2]
ἕτερον αὖ τι λῆμα τοῦτο
Χορός
κομψότερον ἔτʼ ἢ τὸ πρότερον 460
 
ἀναπέφηνεν. 460
 
οἷα κατεστωμύλατο
 
οὐκ ἄκαιρα, φρένας ἔχουσα
 
καὶ πολύπλοκον νόημʼ, οὐδʼ
 
ἀσύνετʼ ἀλλὰ πιθανὰ πάντα.
 
δεῖ δὲ ταύτης τῆς ὕβρεως ἡμῖν 465
 
τὸν ἄνδρα 465
 
περιφανῶς δοῦναι δίκην. 465
Μνησίλοχος
τὸ μὲν ὦ γυναῖκες ὀξυθυμεῖσθαι σφόδρα
 
Εὐριπίδῃ, τοιαῦτʼ ἀκουούσας κακά,
 
οὐ θαυμάσιόν ἐστʼ, οὐδʼ ἐπιζεῖν τὴν χολήν.
 
καὐτὴ γὰρ ἔγωγʼ, οὕτως ὀναίμην τῶν τέκνων,
 
μισῶ τὸν ἄνδρʼ ἐκεῖνον, εἰ μὴ μαίνομαι. 470
 
ὅμως δʼ ἐν ἀλλήλαισι χρὴ δοῦναι λόγον·
 
αὐταὶ γάρ ἐσμεν, κοὐδεμίʼ ἔκφορος λόγου.
 
τί ταῦτʼ ἔχουσαι ʼκεῖνον αἰτιώμεθα
 
βαρέως τε φέρομεν, εἰ δύʼ ἡμῶν ἢ τρία
 
κακὰ ξυνειδὼς εἶπε δρώσας μυρία; 475
 
ἐγὼ γὰρ αὐτὴ πρῶτον, ἵνα μἄλλην λέγω,
 
ξύνοιδʼ ἐμαυτῇ πολλὰ δείνʼ· ἐκεῖνο δʼ οὖν
 
δεινότατον, ὅτε νύμφη μὲν ἦν τρεῖς ἡμέρας,
 
ὁ δʼ ἀνὴρ παρʼ ἐμοὶ καθηῦδεν· ἦν δέ μοι φίλος,
 
ὅσπερ με διεκόρησεν οὖσαν ἑπτέτιν. 480
 
οὖτος πόθῳ μου ʼκνυεν ἐλθὼν τὴν θύραν·
 
κᾆτʼ εὐφὺς ἔγνων· εἶτα καταβαίνω λάθρᾳ.
 
ὁ δʼ ἀνὴρ ἐρωτᾷ ποῖ σὺ καταβαίνεις; ὅποι;
 
στρόφος μʼ ἔχει τὴν γαστέρ ὦνερ κὠδύνη·
 
ἐς τὸν κοπρῶνʼ οὖν ἔρχομαι. βάδιζέ νυν· 485
 
κᾆθʼ ὁ μὲν ἔτριβε κεδρίδας ἄννηθον σφάκον·
 
ἐγὼ δὲ καταχέασα τοῦ στροφέως ὕδωρ
 
ἐξῆλθον ὡς τὸν μοιχόν· εἶτʼ ἠρειδόμην
 
παρὰ τὸν Ἀγυιᾶ κύβδʼ ἐχομένη τῆς δάφνης.
 
ταῦτʼ οὐδεπώποτʼ εἶφʼ, ὁρᾶτʼ, Εὐριπίδης· 490
 
οὐδʼ ὡς ὑπὸ τῶν δούλων τε κὠρεωκόμων
 
σποδούμεθʼ, ἢν μὴ ʼχωμεν ἕτερον, οὐ λέγει·
 
οὐδʼ ὡς ὅταν μάλισθʼ ὑπό του ληκώμεθα
 
τὴν νύχθʼ, ἕωθεν σκόροδα διαμασώμεθα,
 
ἵνʼ ὀσφρόμενος ἁνὴρ ἀπὸ τείχους εἰσιὼν 495
 
μηδὲν κακὸν δρᾶν ὑποτοπῆται. ταῦθʼ, ὁρᾷς,
 
οὐπώποτʼ εἶπεν. εἰ δὲ Φαίδραν λοιδορεῖ,
 
ἡμῖν τί τοῦτʼ ἔστʼ; οὐδʼ ἐκεῖνʼ εἴρηκέ πω,
 
ὡς ἡ γυνὴ δεικνῦσα τἀνδρὶ τοὔγκυκλον
 
†ὑπʼ αὐγὰς † οἷόν ἐστιν, ἐγκεκαλυμμένον 500
 
τὸν μοιχὸν ἐξέπεμψεν, οὐκ εἴρηκέ πω.
 
ἑτέραν δʼ ἐγᾦδʼ ἣ ʼφασκεν ὠδίνειν γυνὴ
 
δέχʼ ἡμέρας, ἔως ἐπρίατο παιδίον·
 
ὁ δʼ ἀνὴρ περιέτρεχʼ ὠκυτόκιʼ ὠνούμενος·
 
τὸ δʼ εἰσέφερε γραῦς ἐν χύτρᾳ τὸ παιδίον, 505
 
ἵνα μὴ βό η, κηρίῳ βεβυσμένον·
 
εἶθʼ ὡς ἔνευσεν ἡ φέρουσʼ, εὐθὺς βοᾷ,
 
ἄπελθʼ ἄπελθʼ, ἤδη γὰρ ὦνέρ μοι δοκῶ
 
τέξειν. τὸ γὰρ ἦτρον τῆς χύτρας ἐλάκτισεν·
 
χὠ μὲν γεγηθὼς ἔτρεχεν, ἡ δʼ ἐξέσπασεν 510
 
ἐκ τοῦ στόματος τοῦ παιδίου, τὸ δʼ ἀνέκραγεν.
 
εἶθʼ ἡ μιαρὰ γραῦς, ἣ ʼφερεν τὸ παιδίον,
 
θεῖ μειδιῶσα πρὸς τὸν ἄνδρα καὶ λέγει,
 
λέων λέων σοι γέγονεν, αὔτʼ ἔκμαγμα σόν,
 
τά τʼ ἄλλʼ ἁπαξάπαντα καὶ τὸ πόσθιον 515
 
τῷ σῷ προσόμοιον, στρεβλὸν ὥσπερ κύτταρον.
 
ταῦτʼ οὐ ποιοῦμεν τὰ κακά; νὴ τὴν Ἄρτεμιν
 
ἡμεῖς γε. κᾆτʼ Εὐριπίδῃ θυμούμεθα,
 
οὐδὲν παθοῦσαι μεῖζον ἢ δεδράκαμεν;
[Lyric-Scene 1]
τουτὶ μέντοι θαυμαστόν, 520
Χορός
ὁπόθεν ηὑρέθη τὸ χρῆμα,
 
χἤτις ἐξέθρεψε χώρα
 
τήνδε τὴν θρασεῖαν οὕτω.
 
τάδε γὰρ εἰπεῖν τὴν πανοῦργον
 
κατὰ τὸ φανερὸν ὧδʼ ἀναιδῶς 525
 
οὐκ ἂν ᾠόμην ἐν ἡμῖν
 
οὐδὲ τολμῆσαί ποτʼ ἄν.
 
ἀλλʼ ἅπαν γένοιτʼ ἂν ἤδη·
 
τὴν παροιμίαν δʼ ἐπαινῶ
 
τὴν παλαιάν· ὑπὸ λίθῳ γὰρ
 
παντί νου χρὴ 530
 
μὴ δάκῃ ῥητωρ ἀθρεῖν. 530
[Lyric-Scene]
ἀλλʼ οὐ γάρ ἐστι τῶν ἀναισχύτων φύσει γυναικῶν
Χορός
οὐδὲν κάκιον εἰς ἄπαντα πλὴν ἄρʼ εἰ γυναῖκες.
Γυνὴ Α
οὔ τοι μὰ τὴν Ἄγλαυρον ὦ γυναῖκες εὖ φρονεῖτε,
 
ἀλλʼ ἢ πεφάρμαχθʼ ἢ κακόν τι μέγα πεπόνθατʼ ἄλλο,
 
ταύτην ἐῶσαι τὴν φθόρον τοιαῦτα περιυβρίζειν 535
 
ἡμᾶς ἁπάσας. εἰ μὲν οἶν τις ἔστιν· εἰ δὲ μή, ἡμεῖς
 
αὐταί τε καὶ τὰ δουλάρια τέφραν ποθὲν λαβοῦσαι
 
ταύτης ἀποψιλώσομεν τὸν χοῖρον, ἵνα διδαχθῇ
 
γυνὴ γυναῖκας οὖσα μὴ κακῶς λέγειν τὸ λοιπόν.
Μνησίλοχος
μὴ δῆτα τόν γε χοῖρον ὦ γυναῖκες. εἰ γὰρ οὔσης 540
 
παρρησίας κἀξὸν λέγειν ὅσαι πάρεσμεν ἀσταί,
 
εἶτʼ εἶπον ἁγίγνωσκον ὑπὲρ Εὐριπίδου δίκαια,
 
διὰ τοῦτο τιλλομένην με δεῖ δοῦναι δίκην ὑφʼ ὑμῶν;
Γυνὴ Α
οὐ γάρ σε δεῖ δοῦναι δίκην; ἥτις μόνη τέτληκας
 
ὑπὲρ ἀνδρὸς ἀντειπεῖν, ὃς ἡμᾶς πολλὰ κακὰ δέδρακεν 545
 
ἐπίτηδες εὑρίσκων λόγους, ὅπου γυνὴ πονηρὰ
 
ἐγένετο, Μελανίππας ποιῶν Φαίδρας τε· Πηνελόπην δὲ
 
οὐπώποτʼ ἐποίησʼ, ὅτι γυνὴ σώφρων ἔδοξεν εἶναι.
Μνησίλοχος
ἐγὼ γὰρ οἶδα ταἴτιον. Μίαν γὰρ οὐκ ἂν εἴποις
 
τῶν νῦν γυναικῶν Πηνελόπην, Παίδρας δʼ ἁπαξαπάσας. 550
Γυνὴ Α
ἀκούετʼ ὦ γυναῖκες οἷʼ εἴρηκεν ἡ πανοῦργος
 
ἡμᾶς ἁπάσας αὖθις αὖ.
Μνησίλοχος
καὶ νὴ Δίʼ οὐδέπω γε
 
εἴρηχʼ ὅσα ξύνοιδʼ· ἐπεὶ βούλεσθε πλείονʼ εἴπω;
Γυνὴ Α
ἀλλʼ οὐκ ἂν ἔτʼ ἔχοις· ὅσα γὰρ ᾔδησθʼ ἐξέχεας ἅπαντα.
Μνησίλοχος
μὰ Δίʼ οὐδέπω τὴν μυριοστὴν μοῖραν ὧν ποιοῦμεν. 555
 
ἐπεὶ τάδʼ οὐκ εἴρηχʼ, ὁρᾷς, ὡς στλεγγίδας λαβοῦσαι
 
ἔπειτα σιφωνίζομεν τὸν οἶνον.
Γυνὴ Α
ἐπιτριβείης.
Μνησίλοχος
ὥς τʼ αὖ τὰ κρέʼ ἐξ Ἀπατουρίων ταῖς μαστροποῖς διδοῦσαι
 
ἔπειτα τὴν γαλῆν φαμεν—
Γυνὴ Α
τάλαινʼ ἐγώ· φλυαρεῖς.
Μνησίλοχος
οὐδʼ ὡς τὸν ἄνδρα τῷ πελέκει γυνὴ κατεσπόδησεν, 560
 
οὐκ εἶπον· οὐδʼ ὡς φαρμάκοις ἑτέρα τὸν ἄνδρʼ ἔμηνεν,
 
οὐδʼ ὡς ὑπὸ τῇ πυέλῳ κατώρυξέν ποτʼ—
Γυνὴ Α
ἐξόλοιο.
Μνησίλοχος
ἁχαρνικὴ τὸν πατέρα.
Γυνὴ Α
ταυτὶ δῆτʼ ἀνέκτʼ ἀκούειν;
Μνησίλοχος
οὐδʼ ὡς σὺ τῆς δούλης τεκούσης ἄρρεν εἶτα σαυτῇ
 
τοῦθʼ ὑπεβάλου, τὸ σὸν δὲ θυγάτριον παρῆκας αὐτῇ. 565
Γυνὴ Α
οὔ τοι μὰ τὼ θεὼ σὺ καταπροίξει λέγουσα ταυτί,
 
ἀλλʼ ἐκποκιῶ σου τὰς ποκάδας.
Μνησίλοχος
οὐ δὴ μὰ Δία σύ γʼ ἅψει.
Γυνὴ Α
καὶ μὴν ἰδού.
Μνησίλοχος
καὶ μὴν ἰδού.
Γυνὴ Α
λαβὲ θοἰμάτιον Φιλίστη.
Μνησίλοχος
πρόσθες μόνον, κἀγώ σε νὴ τὴν Ἄρτεμιν—
Γυνὴ Α
τί δράσεις;
Μνησίλοχος
τὸν σησαμοῦνθʼ ὃν κατέφαγες, τοῦτον χεσεῖν ποιήσω. 570
Χορός
παύσασθε λοιδορούμεναι· καὶ γὰρ γυνή τις ἡμῖν
 
ἐσπουδακυῖα προστρέχει. πρὶν οὖν ὁμοῦ γενέσθαι,
 
σιγᾶθʼ, ἵνʼ αὐτῆς κοσμίως πυθώμεθʼ ἅττα λέξει.
Κλεισθένης
φίλαι γυναῖκες ξυγγενεῖς τοὐμοῦ τρόπου·
 
ὅτι μὲν φίλος εἴμʼ ὑμῖν, ἐπίδηλος ταῖς γνάθοις· 575
 
γυναικομανῶ γὰρ προξενῶ θʼ ὑμῶν ἀεί.
 
καὶ νῦν ἀκούσας πρᾶγμα περὶ ὑμῶν μέγα
 
ὀλίγῳ τι πρότερον κατʼ ἀγορὰν λαλούμενον,
 
ἥκω φράσων τοῦτʼ ἀγγελῶν θʼ ὑμῖν, ἵνα
 
σκοπῆτε καὶ τηρῆτε μὴ καὶ προσπέσῃ 580
 
ὑμῖν ἀφάρκτοις πρᾶγμα δεινὸν καὶ μέγα.
Χορός
τί δʼ ἔστιν ὦ παῖ; παῖδα γάρ σʼ εἰκὸς καλεῖν,
 
ἕως ἂν οὕτως τὰς γνάθους ψιλὰς ἔχῃς.
Κλεισθένης
Εὐριπίδην φάσʼ ἄνδρα κηδεστήν τινα
 
αὑτοῦ γέροντα δεῦρʼ ἀναπέμψαι τήμερον. 585
Χορός
πρὸς ποῖον ἔργον ἢ τίνος γνώμης χάριν;
Κλεισθένης
ἵνʼ ἅττα βουλεύοισθε καὶ μέλλοιτε δρᾶν,
 
ἐκεῖνος εἴη τῶν λόγων κατάσκοπος.
Χορός
καὶ πῶς λέληθεν ἐν γυναιξὶν ὢν ἀνήρ;
Κλεισθένης
ἀφηῦσεν αὐτὸν κἀπέτιλʼ Εὐριπίδης 590
 
καὶ τἄλλʼ ἅπανθʼ ὥσπερ γυναῖκʼ ἐσκεύασεν.
Μνησίλοχος
πείθεσθε τούτῳ ταῦτα; τίς δʼ οὕτως ἀνὴρ
 
ἠλίθιος ὅστις τιλλόμενος ἠνείχετο;
 
οὐκ οἴομαι ʼγωγʼ ὦ πολυτιμήτω θεώ.
Κλεισθένης
ληρεῖς· ἐγὼ γὰρ οὐκ ἂν ἦλθον ἀγγελῶν, 595
 
εἰ μὴ ʼπεπύσμην ταῦτα τῶν σάφʼ εἰδότων.
Χορός
τὸ πρᾶγμα τουτὶ δεινὸν εἰσαγγέλλεται.
 
ἀλλʼ ὦ γυναῖκες οὐκ ἐλινύειν ἐχρῆν,
 
ἀλλὰ σκοπεῖν τὸν ἄνδρα καὶ ζητεῖν ὅπου
 
λέληθεν ἡμᾶς κρυπτὸς ἐγκαθήμενος. 600
 
καὶ σὺ ξυνέξευρʼ αὐτόν, ὡς ἂν τὴν χάριν
 
ταύτην τε κἀκείνην ἔχῃς ὦ πρόξενε.
Κλεισθένης
φέρʼ ἴδω· τίς ἡ πρώτη σύ;
Μνησίλοχος
ποῖ τις τρέψεται;
Κλεισθένης
ζητητέαι γάρ ἐστε.
Μνησίλοχος
κακοδαίμων ἐγώ.
Γυνὴ Α
ἔμʼ ἥτις εἴμʼ ἤρου; Κλεωνύμου γυνή. 605
Κλεισθένης
γιγνώσκεθʼ ὑμεῖς ἥτις ἔσθʼ ἥδʼ ἡ γυνή;
Χορός
γιγνώσκομεν δῆτʼ. ἀλλὰ τὰς ἄλλας ἄθρει.
Κλεισθένης
ἡδὶ δὲ δὴ τίς ἐστιν ἡ τὸ παιδίον
 
ἔχουσα;
Γυνὴ Α
τίτθη νὴ Δίʼ ἐμή.
Μνησίλοχος
διοίχομαι.
Κλεισθένης
αὕτη σὺ ποῖ στρέφει; μένʼ αὐτοῦ. τί τὸ κακόν; 610
Μνησίλοχος
ἔασον οὐρῆσαί μʼ.
Κλεισθένης
ἀναίσχυντός τις εἶ.
 
σὺ δʼ οὖν ποίει τοῦτʼ. ἀναμενῶ γὰρ ἐνθάδε.
Χορός
ἀνάμενε δῆτα καὶ σκόπει γʼ αὐτὴν σφόδρα·
 
μόνην γὰρ αὐτὴν ὦνερ οὐ γιγνώσκομεν.
Κλεισθένης
πολύν γε χρόνον οὐρεῖς σύ. 615
Μνησίλοχος
νὴ Δίʼ ὦ μέλε· 615
 
στραγγουριῶ γάρ· ἐχθὲς ἔφαγον κάρδαμα.
Κλεισθένης
τί καρδαμίζεις; οὐ βαδιεῖ δεῦρʼ ὡς ἐμέ;
Μνησίλοχος
τί δῆτά μʼ ἕλκεις ἀσθενοῦσαν;
Κλεισθένης
εἰπέ μοι,
 
τίς ἔστʼ ἀνήρ σοι;
Μνησίλοχος
τὸν ἐμὸν ἄνδρα πυνθάνει;
 
τὸν δεῖνα γιγνώσκεις, τὸν ἐκ Κοθωκιδῶν; 620
Κλεισθένης
τὸν δεῖνα; ποῖον;
Μνησίλοχος
ἔσθʼ ὁ δεῖνʼ, ὃς καί ποτε
 
τὸν δεῖνα τὸν τοῦ δεῖνα—
Κλεισθένης
ληρεῖν μοι δοκεῖς.
 
ἀνῆλθες ἤδη δεῦρο πρότερον;
Μνησίλοχος
νὴ Δία
 
ὁσέτη γε.
Κλεισθένης
καὶ τίς σοὐστὶ συσκηνήτρια;
Μνησίλοχος
ἡ δεῖνʼ ἔμοιγʼ. 625
Κλεισθένης
οἴμοι τάλας, οὐδὲν λέγεις. 625
Γυνὴ Α
ἄπελθʼ. ἐγὼ γὰρ βασανιῶ ταύτην καλῶς
 
ἐκ τῶν ἱερῶν τῶν πέρυσι· σὺ δʼ ἀπόστηθί μοι,
 
ἵνα μὴ ʼπακούσῃς ὢν ἀνήρ. σὺ δʼ εἰπέ μοι
 
ὅ τι πρῶτον ἡμῖν τῶν ἱερῶν ἐδείκνυτο.
Μνησίλοχος
φέρʼ ἴδω, τί μέντοι πρῶτον ἦν; ἐπίνομεν. 630
Γυνὴ Α
τί δὲ μετὰ τοῦτο δεύτερον;
Μνησίλοχος
προὐπίνομεν.
Γυνὴ Α
ταυτὶ μὲν ἤκουσάς τινος· τί δαὶ τρίτον;
Μνησίλοχος
σκάφιον Ξένυλλʼ ᾔτησεν· οὐ γὰρ ἦν ἀμίς.
Γυνὴ Α
οὐδὲν λέγεις. δεῦρʼ ἐλθὲ δεῦρʼ ὦ Κλείσθενες·
 
ὅδʼ ἐστὶν ἁνὴρ ὃν λέγεις. 635
Κλεισθένης
τί οὖν ποιῶ; 635
Γυνὴ Α
ἀπόδυσον αὐτόν· οὐδὲν ὑγιὲς γὰρ λέγει.
Μνησίλοχος
κἄπειτʼ ἀποδύσετʼ ἐννέα παίδων μητέρα;
Κλεισθένης
χάλα ταχέως τὸ στρόφιον ὦναίσχυντε σύ.
Γυνὴ Α
ὡς καὶ στιβαρά τις φαίνεται καὶ καρτερά·
 
καὶ νὴ Δία τιτθούς γʼ ὥσπερ ἡμεῖς οὐκ ἔχει. 640
Μνησίλοχος
στερίφη γάρ εἰμι κοὐκ ἐκύησα πώποτε.
Γυνὴ Α
νῦν· τότε δὲ μήτηρ ἦσθα παίδων ἐννέα.
Κλεισθένης
ἀνίστασʼ ὀρθός. ποῖ τὸ πέος ὠθεῖς κάτω;
Γυνὴ Α
τοδὶ διέκυψε καὶ μάλʼ εὔχρων ὦ τάλαν.
Κλεισθένης
καὶ ποῦ ʼστιν; 645
Γυνὴ Α
αὖθις ἐς τὸ πρόσθεν οἴχεται. 645
Κλεισθένης
οὐκ ἐνγεταυθί.
Γυνὴ Α
μἀλλὰ δεῦρʼ ἥκει πάλιν.
Κλεισθένης
ἰσθμόν τινʼ ἔχεις ὦνθρωπʼ· ἄνω τε καὶ κάτω
 
τὸ πέος διέλκεις πυκνότερον Κορινθίων.
Γυνὴ Α
ὦ μιαρὸς οὗτος· ταῦτʼ ἄρʼ ὑπὲρ Εὐριπίδου
 
ἡμῖν ἐλοιδορεῖτο. 650
Μνησίλοχος
κακοδαίμων ἐγώ, 650
 
εἰς οἷʼ ἐμαυτὸν εἰσεκύλισα πράγματα.
Γυνὴ Α
ἄγε δὴ τί δρῶμεν;
Κλεισθένης
τουτονὶ φυλάττετε
 
καλῶς, ὅπως μὴ διαφυγὼν οἰχήσεται·
 
ἐγὼ δὲ ταῦτα τοῖς πρυτάνεσιν ἀγγελῶ.
[Choral]
ἡμᾶς τοίνυν μετὰ τοῦτʼ ἤδη τὰς λαμπάδας ἁψαμένας χρὴ 655
Χορός
ξυζωσαμένας εὖ κἀνδρείως τῶν θʼ ἱματίων ἀποδύσας
 
ζητεῖν, εἴ που κἄλλος τις ἀνὴρ ἀνελήλυθε, καὶ περιθρέξαι
 
τὴν πύκνα πᾶσαν καὶ τὰς σκηνὰς καὶ τὰς διόδους διαθρῆσαι.
 
εἶα δὴ πρώτιστα μὲν χρὴ κοῦφον ἐξορμᾶν πόδα
 
καὶ διασκοπεῖν σιωπῇ πανταχῇ· μόνον δὲ χρὴ 660
 
μὴ βραδύνειν, ὡς ὁ καιρός ἐστι μὴ μέλλειν ἔτι,
 
ἀλλὰ τὴν πρώτην τρέχειν χρῆν ὡς τάχιστʼ ἤδη κύκλῳ.
 
εἶά νυν ἴχνευε καὶ μάτευε ταχὺ πάντʼ,
 
εἴ τις ἐν τόποις ἑδραῖος
 
ἄλλος αὖ λέληθεν ὤν.
 
πανταχῇ δὲ ῥῖψον ὄμμα, 665
 
καὶ τὰ τῇδε καὶ τὰ δεῦρο
 
πάντʼ ἀνασκόπει καλῶς.
[Choral 1]
ἢν γάρ με λάθῃ δράσας ἀνόσια,
Χορός
δώσει τε δίκην καὶ πρὸς τούτῳ
 
τοῖς ἄλλοις ἀνδράσιν ἔσται
 
παράδειγμʼ ὕβρεως ἀδίκων τʼ ἔργων 670
 
ἀθέων τε τρόπων·
 
φήσει δʼ εἶναί τε θεοὺς φανερῶς,
 
δείξει τʼ ἤδη
 
πᾶσιν ἀνθρώποις σεβίζειν δαίμονας
 
†δικαίως τʼ ἐφέποντας † ὅσια καὶ νόμιμα 675
 
μηδομένους ποιεῖν ὅ τι καλῶς ἔχει.
 
κἂν μὴ ποιῶσι ταῦτα τοιάδʼ ἔσται·
 
αὐτῶν ὅταν ληφθῇ τις ἀνόσιόν τι δρῶν,
 
†μανίαισ† φλέγων λύσσῃ παράκοπος, 680
 
†εἴ τι δρῴη†
 
πᾶσιν ἐμφανὴς ὁρᾶν ἔσται γυναιξὶ καὶ βροτοῖσιν,
 
ὅτι τά τε παράνομα τά τʼ ἀνόσια παρὼν
 
θεὸς ἀποτίνεται. 685
 
ἀλλʼ ἔοιχʼ ἡμῖν ἅπαντά τως διεσκέφθαι καλῶς.
 
οὐχ ὁρῶμεν γοῦν ἔτʼ ἄλλον οὐδένʼ ἐγκαθήμενον.
Γυνὴ Α
ἆ ποῖ σὺ φεύγεις; οὗτος οὗτος οὐ μενεῖς;
 
τάλαινʼ ἐγὼ τάλαινα, καὶ τὸ παιδίον 690
 
ἐξαρπάσας μοι φροῦδος ἀπὸ τοῦ τιτθίου.
Μνησίλοχος
κέκραχθι· τοῦτο δʼ οὐδέποτε σὺ ψωμιεῖς,
 
ἢν μή μʼ ἀφῆτʼ· ἀλλʼ ἐνθάδʼ ἐπὶ τῶν μηρίων
 
πληγὲν μαχαίρᾳ τῇδε φοινίας φλέβας
 
καθαιματώσει βωμόν. 695
Γυνὴ Α
ὦ τάλαινʼ ἐγώ. 695
 
γυναῖκες, οὐκ ἀρήξετʼ; οὐ πολλὴν βοὴν
 
στήσεσθε καὶ τροπαῖον, ἀλλὰ τοῦ μόνου
 
τέκνου με περιόψεσθʼ ἀποστερουμένην;
[Choral]
ἔα ἔα.
Χορός
ὦ πότνιαι Μοῖραι τί τόδε δέρκομαι 700
 
νεοχμὸν αὖ τέρας;
 
ὡς ἅπαντʼ ἄρʼ ἐστὶ τόλμης μεστὰ κἀναισχυντίας.
 
οἷον αὖ δέδρακεν ἔργον, οἷον αὖ φίλαι τόδε.
Μνησίλοχος
οἷον ὑμῶν ἐξαράξω τὴν ἄγαν αὐθαδίαν.
Χορός
ταῦτα δῆτʼ οὐ δεινὰ πράγματʼ ἐστὶ καὶ περαιτέρω; 705
Γυνὴ Α
δεινὰ δῆθʼ, ὅστις γʼ ἔχει μου ʼξαρπάσας τὸ παιδίον.
[Choral 1]
τί ἂν οὖν εἴποι πρὸς ταῦτά τις, ὅτε
Χορός
τοιαῦτα ποιῶν ὅδʼ ἀναισχυντεῖ;
Μνησίλοχος
κοὔπω μέντοι γε πέπαυμαι.
Χορός
ἀλλʼ οὖν ἥκεις γʼ ὅθεν οὐ φαύλως γʼ 710
 
ἀποδρὰς λέξεις
 
οἷον δράσας διέδυς ἔργον,
 
λήψει δὲ κακόν.
Μνησίλοχος
τοῦτο μέντοι μὴ γένοιτο μηδαμῶς, ἀπεύχομαι.
Χορός
τίς οὖν σοι, τίς ἂν σύμμαχος ἐκ θεῶν 715
 
ἀθανάτων ἔλθοι ξὺν ἀδίκοις ἔργοις;
Μνησίλοχος
μάτην λαλεῖτε· τὴν δʼ ἐγὼ οὐκ ἀφήσω.
Χορός
ἀλλʼ οὐ μὰ τὼ θεὼ τάχʼ οὐ χαίρων ἴσως
 
ἐνυβριεῖς λόγους λέξεις τʼ ἀνοσίους 720
 
ἐπʼ ἀθέοις ἔργοις·
 
καὶ γὰρ ἀνταμειψόμεσθά σʼ ὥσπερ εἰκὸς ἀντὶ τῶνδε.
 
τάχα δὲ μεταβαλοῦσʼ ἐπὶ κακὸν ἑτερότροπον
 
ἐπέχει τύχη. 725
 
ἀλλὰ τάσδε μὲν λαβεῖν χρῆν σʼ ἐκφέρειν τε τῶν ξύλων,
 
καὶ καταίθειν τὸν πανοῦργον πυρπολεῖν θʼ ὅσον τάχος.
Γυνὴ Α
ἴωμεν ἐπὶ τὰς κληματίδας ὦ Μανία.
 
κἀγώ σʼ ἀποδείξω θυμάλωπα τήμερον.
Μνησίλοχος
ὕφαπτε καὶ κάταιθε· σὺ δὲ τὸ Κρητικὸν 730
 
ἀπόδυθι ταχέως· τοῦ θανάτου δʼ ὦ παιδίον
 
μόνην γυναικῶν αἰτιῶ τὴν μητέρα.
 
τουτὶ τί ἔστιν; ἀσκὸς ἐγένεθʼ ἡ κόρη
 
οἴνου πλέως καὶ ταῦτα Περσικὰς ἔχων.
 
ὦ θερμόταται γυναῖκες, ὦ ποτίσταται 735
 
κἀκ παντὸς ὑμεῖς μηχανώμεναι πιεῖν,
 
ὦ μέγα καπήλοις ἀγαθὸν ἡμῖν δʼ αὖ κακόν,
 
κακὸν δὲ καὶ τοῖς σκευαρίοις καὶ τῇ κρόκῃ.
Γυνὴ Α
παράβαλλε πολλὰς κληματίδας ὦ Μανία.
Μνησίλοχος
παράβαλλε δῆτα· σὺ δʼ ἀπόκριναί μοι τοδί, 740
 
τουτὶ τεκεῖν φῄς;
Γυνὴ Α
καὶ δέκα μῆνας αὔτʼ ἐγὼ
 
ἤνεγκον.
Μνησίλοχος
ἤνεγκας σύ;
Γυνὴ Α
νὴ τὴν Ἄρτεμιν.
Μνησίλοχος
πρικότυλον ἢ πῶς; εἰπέ μοι.
Γυνὴ Α
τί μʼ ἠργάσω;
 
ἀπέδυσας ὦναίσχυντέ μου τὸ παιδίον
 
τυννοῦτον ὄν. 745
Μνησίλοχος
τυννοῦτο; 745
Γυνὴ Α
μικρὸν νὴ Δία. 745
Μνησίλοχος
πόσʼ ἔτη δὲ γέγονε; τρεῖς Χοᾶς ἢ τέτταρας;
Γυνὴ Α
σχεδὸν τοσοῦτον χὤσον ἐκ Διονυσίων.
 
ἀλλʼ ἀπόδος αὐτό.
Μνησίλοχος
μὰ τὸν Ἀπόλλω τουτονί.
Γυνὴ Α
ἐμπρήσομεν τοίνυν σε.
Μνησίλοχος
πάνυ γʼ ἐμπίμπρατε·
 
αὕτη δʼ ἀποσφαγήσεται μάλʼ αὐτίκα. 750
Γυνὴ Α
μὴ δῆθʼ, ἱκετεύω σʼ· ἀλλʼ ἔμʼ ὅ τι χρῄζεις ποίει
 
ὑπέρ γε τούτου.
Μνησίλοχος
φιλότεκνός τις εἶ φύσει.
 
ἀλλʼ οὐδὲν ἧττον ἥδʼ ἀποσφαγήσεται
Γυνὴ Α
οἴμοι τέκνον. δός μοι σφαγεῖον Μανία,
 
ἵνʼ οὖν τό γʼ αἷμα τοῦ τέκνου τοὐμοῦ λάβω. 755
Μνησίλοχος
ὕπεχʼ αὐτό, χαριοῦμαι γὰρ ἕν γε τοῦτό σοι.
Γυνὴ Α
κακῶς ἀπόλοιʼ, ὡς φθονερὸς εἶ καὶ δυσμενής.
Μνησίλοχος
τουτὶ τὸ δέρμα τῆς ἱερείας γίγνεται.
Γυνὴ Α
τί τῆς ἱερείας γίγνεται;
Μνησίλοχος
τουτί. λαβέ.
Γυνὴ Γ
ταλαντάτη Μίκκα τίς ἐξεκόρησέ σε; 760
 
τίς τὴν ἀγαπητὴν παῖδά σοὐξῃρήσατο;
Γυνὴ Α
ὁ πανοῦργος οὗτος. ἀλλʼ ἐπειδήπερ πάρει,
 
φύλαξον αὐτόν, ἵνα λαβοῦσα Κλεισθένη
 
τοῖσιν πρυτάνεσιν ἃ πεποίηχʼ οὗτος φράσω.
Μνησίλοχος
ἄγε δὴ τίς ἔσται μηχανὴ σωτηρίας; 765
 
τίς πεῖρα, τίς ἐπίνοιʼ; ὁ μὲν γὰρ αἴτιος
 
κἄμʼ ἐσκυλίσας ἐς τοιαυτὶ πράγματα
 
οὐ φαίνεταί πω. φέρε τίνʼ οὖν ἂν ἄγγελον
 
πέμψαιμʼ ἐπʼ αὐτόν; οἶδʼ ἐγὼ καὶ δὴ πόρον
 
ἐκ τοῦ Παλαμήδους· ὡς ἐκεῖνος, τὰς πλάτας 770
 
ῥίψω γράφων. ἀλλʼ οὐ πάρεισιν αἱ πλάται.
 
πόθεν οὖν γένοιντʼ ἄν μοι πλάται πόθεν; πόθεν;
 
τί δʼ ἂν εἰ ταδὶ τἀγάλματʼ ἀντὶ τῶν πλατῶν
 
γράφων διαρρίπτοιμι; βέλτιον πολύ.
 
ξύλον γέ τοι καὶ ταῦτα κἀκεῖνʼ ἦν ξύλον. 775
[Episode]
ὦ χεῖρες ἐμαὶ
Μνησίλοχος
ἐγχειρεῖν χρῆν ἔργῳ πορίμῳ.
 
ἄγε δὴ πινάκων ξεστῶν δέλτοι,
 
δέξασθε σμίλης ὁλκοὺς
 
κήρυκας ἐμῶν μόχθων· οἴμοι 780
 
τουτὶ τὸ ῥῶ μοχθηρόν·
 
χώρει χώρει. ποίαν αὔλακα;
 
βάσκετʼ ἐπείγετε πάσας καθʼ ὁδοὺς
 
κείνᾳ ταύτᾳ· ταχέως χρή.
[Parabasis]
ἡμεῖς τοίνυν ἡμᾶς αὐτὰς εὖ λέξωμεν παραβᾶσαι, 785
Χορός
καίτοι πᾶς τις τὸ γυναικεῖον φῦλον κακὰ πόλλʼ ἀγορεύει,
 
ὡς πᾶν ἐσμὲν κακὸν ἀνθρώποις κἀξ ἡμῶν ἐστιν ἅπαντα,
 
ἔριδες νείκη στάσις ἀργαλέα λύπη πόλεμος. φέρε δή νυν,
 
εἰ κακόν ἐσμεν, τί γαμεῖθʼ ἡμᾶς, εἴπερ ἀληθῶς κακόν ἐσμεν,
 
κἀπαγορεύετε μήτʼ ἐξελθεῖν μήτʼ ἐκκύψασαν ἁλῶναι, 790
 
ἀλλʼ οὑτωσὶ πολλῇ σπουδῇ τὸ κακὸν βούλεσθε φυλάττειν;
 
κἂν ἐξέλθῃ τὸ γύναιόν ποι, κᾆθʼ εὕρητʼ αὐτὸ θύρασιν,
 
μανίας μαίνεσθʼ, οὓς χρῆν σπένδειν καὶ χαίρειν, εἴπερ ἀληθῶς
 
ἔνδοθεν ηὕρετε φροῦδον τὸ κακὸν καὶ μὴ κατελαμβάνετʼ ἔνδον.
 
κἂν καταδάρθωμεν ἐν ἀλλοτρίων παίζουσαι καὶ κοπιῶσαι, 795
 
πᾶς τις τὸ κακὸν τοῦτο ζητεῖ περὶ τὰς κλίνας περινοστῶν.
 
κἂν ἐκ θυρίδος παρακύπτωμεν, τὸ κακὸν ζητεῖτε θεᾶσθαι·
 
κἂν αἰσχυνθεῖσʼ ἀναχωρήσῃ, πολὺ μᾶλλον πᾶς ἐπιθυμεῖ
 
αὖθις τὸ κακὸν παρακύψαν ἰδεῖν. οὕτως ἡμεῖς ἐπιδήλως
 
ὑμῶν ἐσμεν πολὺ βελτίους, βάσανός τε πάρεστιν ἰδέσθαι. 800
 
βάσανον δῶμεν πότεροι χείρους. ἡμεῖς μὲν γάρ φαμεν ὑμᾶς,
 
ὑμεῖς δʼ ἡμᾶς. σκεψώμεθα δὴ κἀντιτιθῶμεν πρὸς ἕκαστον,
 
παραβάλλουσαι τῆς τε γυναικὸς καὶ τἀνδρὸς τοὔνομʼ ἑκάστου.
 
Ναυσιμάχης μέν γʼ ἥττων ἐστὶν Χαρμῖνος· δῆλα δὲ τἄργα.
 
καὶ μὲν δὴ καὶ Κλεοφῶν χείρων πάντως δήπου Ξαλαβακχοῦς. 805
 
πρὸς Ἀριστομάχην δὲ χρόνου πολλοῦ, πρὸς ἐκείνην τὴν Μαραθῶνι,
 
καὶ Ξτρατονίκην ὑμῶν οὐδεὶς οὐδʼ ἐγχειρεῖ πολεμίζειν.
 
ἀλλʼ Εὐβούλης τῶν πέρυσίν τις βουλευτής ἐστιν ἀμείνων
 
παραδοὺς ἑτέρῳ τὴν βουλείαν; οὐδʼ αὐτὸς τοῦτό γε φήσεις.
 
οὕτως ἡμεῖς πολὺ βελτίους τῶν ἀνδρῶν εὐχόμεθʼ εἶναι. 810
 
οὐδʼ ἂν κλέψασα γυνὴ ζεύγει κατὰ πεντήκοντα τάλαντα
 
ἐς πόλιν ἔλθοι τῶν δημοσίων· ἀλλʼ ἢν τὰ μέγισθʼ ὑφέληται
 
φορμὸν πυρῶν τἀνδρὸς κλέψασʼ, αὐθημερὸν αὔτʼ ἀπέδωκεν.
 
ἀλλʼ ἡμεῖς ἂν πολλοὺς τούτων
 
ἀποδείξαιμεν ταῦτα ποιοῦντας. 815
 
καὶ πρὸς τούτοις γάστριδας ἡμῶν
 
ὄντας μᾶλλον καὶ λωποδύτας
 
καὶ βωμολόχους κἀνδραποδιστάς.
 
καὶ μὲν δήπου καὶ τὰ πατρῷά γε
 
χείρους ἡμῶν εἰσιν σῴζειν· 820
 
ἡμῖν μὲν γὰρ σῶν ἔτι καὶ νῦν
 
τἀντίον ὁ κανὼν οἱ καλαθίσκοι
 
τὸ σκιάδειον·
 
τοῖς δʼ ἡμετέροις ἀνδράσι τούτοις
 
ἀπόλωλεν μὲν πολλοῖς ὁ κανὼν 825
 
ἐκ τῶν οἴκων αὐτῇ λόγχῃ,
 
πολλοῖς δʼ ἑτέροις ἀπὸ τῶν ὤμων
 
ἐν ταῖς στρατιαῖς
 
ἔρριπται τὸ σκιάδειον.
 
πόλλʼ ἂν αἱ γυναῖκες ἡμεῖς ἐν δίκῃ μεμψαίμεθʼ ἂν 830
 
τοῖσιν ἀνδράσιν δικαίως, ἓν δʼ ὑπερφυέστατον.
 
χρῆν γάρ, ἡμῶν εἰ τέκοι τις ἄνδρα χρηστὸν τῇ πόλει,
 
ταξίαρχον ἢ στρατηγόν, λαμβάνειν τιμήν τινα,
 
προεδρίαν τʼ αὐτῇ δίδοσθαι Στηνίοισι καὶ Σκίροις
 
ἔν τε ταῖς ἄλλαις ἑορταῖς αἷσιν ἡμεῖς ἤγομεν· 835
 
εἰ δὲ δειλὸν καὶ πονηρὸν ἄνδρα τις τέκοι γυνή,
 
ἢ τριήραρχον πονηρὸν ἢ κυβερνήτην κακόν,
 
ὑστέραν αὐτὴν καθῆσθαι σκάφιον ἀποκεκαρμένην
 
τῆς τὸν ἀνδρεῖον τεκούσης. τῷ γὰρ εἰκὸς ὦ πόλις
 
τὴν Ὑπερβόλου καθῆσθαι μητέρʼ ἠμφιεσμένην 840
 
λευκὰ καὶ κόμας καθεῖσαν πλησίον τῆς Λαμάχου,
 
καὶ δανείζειν χρήμαθʼ, ᾗ χρῆν, εἰ δανείσειέν τινι
 
καὶ τόκον πράττοιτο, διδόναι μηδένʼ ἀνθρώπων τόκον,
 
ἀλλʼ ἀφαιρεῖσθαι βίᾳ τὰ χρήματʼ εἰπόντας τοδί,
 
ἀξία γοῦν εἶ τόκου τεκοῦσα τοιοῦτον τόκον. 845
Μνησίλοχος
ἰλλὸς γεγένημαι προσδοκῶν· ὁ δʼ οὐδέπω.
 
τί δῆτʼ ἂν εἴη τοὐμποδών; οὐκ ἔσθʼ ὅπως
 
οὐ τὸν Παλαμήδην ψυχρὸν ὄντʼ αἰσχύνεται.
 
τῷ δῆτʼ ἂν αὐτὸν προσαγαγοίμην δράματι;
 
ἐγᾦδα· τὴν καινὴν Ἑλένην μιμήσομαι. 850
 
πάντως ὑπάρχει μοι γυναικεία στολή.
Γυνὴ Γ
τί αὖ σὺ κυρκανᾷς; τί κοικύλλεις ἔχων;
 
πικρὰν Ἑλένην ὄψει τάχʼ, εἰ μὴ κοσμίως
 
ἕξεις, ἕως ἂν τῶν πρυτάνεών τις φανῇ.
Μνησίλοχος
Νείλου μὲν αἵδε καλλιπάρθενοι ῥοαί, 855
 
ὃς ἀντὶ δίας ψακάδος Αἰγύπτου πέδον
 
λευκῆς νοτίζει μελανοσυρμαῖον λεών.
Γυνὴ Γ
πανοῦργος εἶ νὴ τὴν Ἑκάτην τὴν φωσφόρον.
Μνησίλοχος
ἐμοὶ δὲ γῆ μὲν πατρὶς οὐκ ἀνώνυμος
 
Σπάρτη, πατὴρ δὲ Τυνδάρεως. 860
Γυνὴ Γ
σοί γʼ ὦλεθρε 860
 
πατὴρ ἐκεῖνός ἐστι; Φρυνώνδας μὲν οὖν.
Μνησίλοχος
Ἑλένη δʼ ἐκλήθην.
Γυνὴ Γ
αὖθις αὖ γίγνει γυνή,
 
πρὶν τῆς ἑτέρας δοῦναι γυναικίσεως δίκην;
Μνησίλοχος
ψυχαὶ δὲ πολλαὶ διʼ ἔμʼ ἐπὶ Σκαμανδρίαις
 
ῥοαῖσιν ἔθανον. 865
Γυνὴ Γ
ὤφελες δὲ καὶ σύ γε. 865
Μνησίλοχος
κἀγὼ μὲν ἐνθάδʼ εἴμʼ· ὁ δʼ ἄθλιος πόσις
 
οὑμὸς Μενέλαος οὐδέπω προσέρχεται.
 
τί οὖν ἔτι ζῶ;
Γυνὴ Γ
τῶν κοράκων πονηρίᾳ.
Μνησίλοχος
ἀλλʼ ὥσπερ αἰκάλλει τι καρδίαν ἐμήν.
 
μὴ ψεῦσον ὦ Ζεῦ τῆς ἐπιούσης ἐλπίδος. 870
Εὐριπίδης
τίς τῶνδʼ ἐρυμνῶν δωμάτων ἔχει κράτος,
 
ὅστις ξένους δέξαιτο ποντίῳ σάλῳ
 
κάμνοντας ἐν χειμῶνι καὶ ναυαγίαις;
Μνησίλοχος
Πρωτέως τάδʼ ἐστὶ μέλαθρα.
Εὐριπίδης
ποίου Πρωτέως;
Γυνὴ Γ
ὦ τρισκακόδαιμον, ψεύδεται νὴ τὼ θεώ, 875
 
ἐπεὶ τέθνηκε Πρωτέας ἔτη δέκα.
Εὐριπίδης
ποίαν δὲ χώραν εἰσεκέλσαμεν σκάφει;
Μνησίλοχος
Αἴγυπτον.
Εὐριπίδης
ὦ δύστηνος οἷ πεπλώκαμεν.
Γυνὴ Γ
πείθει τι τούτῳ τῷ κακῶς ἀπολουμένῳ
 
ληροῦντι λῆρον; Θεσμοφορεῖον τουτογί. 880
Εὐριπίδης
αὐτὸς δὲ Πρωτεὺς ἔνδον ἔστʼ ἢ ʼξώπιος;
Γυνὴ Γ
οὐκ ἔσθʼ ὅπως οὐ ναυτιᾷς ἔτʼ ὦ ξένε,
 
ὅστις γʼ ἀκούσας ὅτι τέθνηκε Πρωτέας
 
ἔπειτʼ ἐρωτᾷς ἔνδον ἔστʼ ἢ ʼξώπιος;
Εὐριπίδης
αἰαῖ τέθνηκε. ποῦ δʼ ἐτυμβεύθη τάφῳ; 885
Μνησίλοχος
τόδʼ ἐστὶν αὐτοῦ σῆμʼ, ἐφʼ ᾧ καθήμεθα.
Γυνὴ Γ
κακῶς τʼ ἄρʼ ἐξόλοιο κἀξολεῖ γέ τοι,
 
ὅστις γε τολμᾷς σῆμα τὸν βωμὸν καλεῖν.
Εὐριπίδης
τί δὴ σὺ θάσσεις τάσδε τυμβήρεις ἕδρας
 
φάρει καλυπτὸς ὦ ξένη; 890
Μνησίλοχος
βιάζομαι 890
 
γάμοισι Πρωτέως παιδὶ συμμεῖξαι λέχος.
Γυνὴ Γ
τί ὦ κακόδαιμον ἐξαπατᾷς αὖ τὸν ξένον;
 
οὗτος πανουργῶν δεῦρʼ ἀνῆλθεν ὦ ξένε
 
ὡς τὰς γυναῖκας ἐπὶ κλοπῇ τοῦ χρυσίου.
Μνησίλοχος
βάυζε τοὐμὸν σῶμα βάλλουσα ψόγῳ. 895
Εὐριπίδης
ξένη τίς ἡ γραῦς ἡ κακορροθοῦσά σε;
Μνησίλοχος
αὕτη Θεονόη Πρωτέως.
Γυνὴ Γ
μὰ τὼ θεὼ
 
εἰ μὴ Κρίτυλλά γʼ Ἀντιθέου Γαργηττόθεν·
 
σὺ δʼ εἶ πανοῦργος.
Μνησίλοχος
ὁπόσα τοι βούλει λέγε.
 
οὐ γὰρ γαμοῦμαι σῷ κασιγνήτῳ ποτὲ 900
 
προδοῦσα Μενέλεων τὸν ἐμὸν ἐν Τροίᾳ πόσιν.
Εὐριπίδης
γύναι τί εἶπας; στρέψον ἀνταυγεῖς κόρας.
Μνησίλοχος
αἰσχύνομαί σε τὰς γνάθους ὑβρισμένη.
Εὐριπίδης
τουτὶ τί ἔστιν; ἀφασία τίς τοί μʼ ἔχει.
 
ὦ θεοὶ τίνʼ ὄψιν εἰσορῶ; τίς εἶ γύναι; 905
Μνησίλοχος
σὺ δʼ εἶ τίς; αὑτὸς γὰρ σὲ κἄμʼ ἔχει λόγος.
Εὐριπίδης
Ἑλληνὶς εἶ τις ἢ ʼπιχωρία γυνή;
Μνησίλοχος
Ἑλληνίς. ἀλλὰ καὶ τὸ σὸν θέλω μαθεῖν.
Εὐριπίδης
Ἑλένῃ σʼ ὁμοίαν δὴ μάλιστʼ εἶδον γύναι.
Μνησίλοχος
ἐγὼ δὲ Μενελάῳ σʼ ὅσα γʼ ἐκ τῶν ἰφύων. 910
Εὐριπίδης
ἔγνως ἄρʼ ὀρθῶς ἄνδρα δυστυχέστατον.
Μνησίλοχος
ὦ χρόνιος ἐλθὼν σῆς δάμαρτος ἐσχάρας
 
λαβέ με λαβέ με πόσι, περίβαλε δὲ χέρας.
 
φέρε σὲ κύσω. ἄπαγέ μʼ ἄπαγʼ ἄπαγέ με 915
 
λαβὼν ταχὺ πάνυ.
Γυνὴ Γ
κλαύσετʼ ἄρα νὴ τὼ θεὼ
 
ὅστις σʼ ἀπάξει τυπτόμενος τῇ λαμπάδι.
Εὐριπίδης
σὺ τὴν ἐμὴν γυναῖκα κωλύεις ἐμέ,
 
τὴν Τυνδάρειον παῖδʼ, ἐπὶ Σπάρτην ἄγειν;
Γυνὴ Γ
οἴμʼ ὡς πανοῦργος καὐτὸς εἶναί μοι δοκεῖς 920
 
καὶ τοῦδέ τις ξύμβουλος. οὐκ ἐτὸς πάλαι
 
ᾐγυπτιάζετʼ. ἀλλʼ ὅδε μὲν δώσει δίκην.
 
προσέρχεται γὰρ ὁ πρύτανις χὠ τοξότης.
Εὐριπίδης
τουτὶ πονηρόν· ἀλλʼ ὑπαποκινητέον.
Μνησίλοχος
ἐγὼ δʼ ὁ κακοδαίμων τί δρῶ; 925
Εὐριπίδης
μένʼ ἥσυχος. 925
 
οὐ γὰρ προδώσω σʼ οὐδέποτʼ, ἤνπερ ἐμπνέω,
 
ἢν μὴ προλίπωσʼ αἱ μυρίαι με μηχαναί.
Μνησίλοχος
αὕτη μὲν ἡ μήρινθος οὐδὲν ἔσπασεν.
Πρύτανις
ὅδʼ ἔσθʼ ὁ πανοῦργος ὃν ἔλεγʼ ἡμῖν Κλεισθένης;
 
οὗτος τί κύπτεις; δῆσον αὐτὸν εἰσάγων 930
 
ὦ τοξότʼ ἐν τῇ σανίδι, κἄπειτʼ ἐνθαδὶ
 
στήσας φύλαττε καὶ προσιέναι μηδένα
 
ἔα πρὸς αὐτόν, ἀλλὰ τὴν μάστιγʼ ἔχων
 
παῖʼ ἢν προσίῃ τις.
Γυνὴ Γ
νὴ Δίʼ ὡς νῦν δή γʼ ἀνὴρ
 
ὀλίγου μʼ ἀφείλετʼ αὐτὸν ἱστιορράφος. 935
Μνησίλοχος
ὦ πρύτανι πρὸς τῆς δεξιᾶς, ἥνπερ φιλεῖς
 
κοίλην προτείνειν ἀργύριον ἤν τις διδῷ,
 
χάρισαι βραχύ τί μοι καίπερ ἀποθανουμένῳ.
Πρύτανις
τί σοι χαρίσωμαι;
Μνησίλοχος
γυμνὸν ἀποδύσαντά με
 
κέλευε πρὸς τῇ σανίδι δεῖν τὸν τοξότην, 940
 
ἵνα μὴ ʼν κροκωτοῖς καὶ μίτραις γέρων ἀνὴρ
 
γέλωτα παρέχω τοῖς κόραξιν ἑστιῶν.
Πρύτανις
ἔχοντα ταῦτʼ ἔδοξε τῇ βουλῇ σε δεῖν,
 
ἵνα τοῖς παριοῦσι δῆλος ᾖς πανοῦργος ὤν.
Μνησίλοχος
ἰαππαπαιάξ· ὦ κροκώθʼ οἷʼ εἴργασαι· 945
 
κοὐκ ἔστʼ ἔτʼ ἐλπὶς οὐδεμία σωτηρίας.
[Lyric-Scene]
ἄγε νυν ἡμεῖς παίσωμεν ἅπερ νόμος ἐνθάδε ταῖσι γυναιξίν,
Χορός
ὅταν ὄργια σεμνὰ θεοῖν ἱεραῖς ὥραις ἀνέχωμεν, ἅπερ καὶ
 
Παύσων σέβεται καὶ νηστεύει,
 
πολλάκις αὐτοῖν ἐκ τῶν ὡρῶν 950
 
ἐς τὰς ὥρας ξυνεπευχόμενος
 
τοιαῦτα μέλειν θάμʼ ἑαυτῷ.
 
ὅρμα χώρει·
 
κοῦφα ποσὶν ἄγʼ ἐς κύκλον,
 
χειρὶ σύναπτε χεῖρα, 955
 
ῥυθμὸν χορείας ὕπαγε πᾶσα· 955
 
βαῖνε καρπαλίμοιν ποδοῖν.
 
ἐπισκοπεῖν δὲ πανταχῇ
 
κυκλοῦσαν ὄμμα χρὴ χοροῦ κατάστασιν.
[Lyric-Scene 1]
ἅμα δὲ καὶ
Χορός
γένος Ὀλυμπίων θεῶν 960
 
μέλπε καὶ γέραιρε φωνῇ πᾶσα χορομανεῖ τρόπῳ.
[Lyric-Scene 1a]
εἰ δέ τις
Χορός
προσδοκᾷ κακῶς ἐρεῖν
 
ἐν ἱερῷ γυναῖκά μʼ οὖσαν ἄνδρας, οὐκ ὀρθῶς φρονεῖ.
[Lyric-Scene 1b]
ἀλλὰ χρῆν
Χορός
ὥσπερ ἔργον αὖ τι καινὸν
 
πρῶτον εὐκύκλου χορείας εὐφυᾶ στῆσαι βάσιν.
[Lyric-Scene 2]
πρόβαινε ποσὶ τὸν εὐλύραν
Χορός
μέλπουσα καὶ τὴν τοξοφόρον 970
 
Ἄρτεμιν ἄνασσαν ἁγνήν.
 
χαῖρʼ ὦ ἑκάεργε,
 
ὄπαζε δὲ νίκην·
 
Ἥραν δὲ τὴν τελείαν
 
μέλψωμεν ὥσπερ εἰκός,
 
ἣ πᾶσι τοῖς χοροῖσιν ἐμπαίζει τε καὶ 975
 
κλῇδας γάμου φυλάττει.
 
Ἑρμῆν τε νόμιον ἄντομαι
 
καὶ Πᾶνα καὶ Νύμφας φίλας
 
ἐπιγελάσαι προθύμως
 
ταῖς ἡμετέραισι 980
 
χαρέντα χορείαις.
 
ἔξαιρε δὴ προθύμως
 
διπλῆν χάριν χορείας.
 
παίσωμεν ὦ γυναῖκες οἷάπερ νόμος,
 
νηστεύωμεν δὲ πάντως.
[Lyric-Scene]
ἀλλʼ εἶα πάλλʼ ἀνάστρεφʼ εὐρύθμῳ ποδί, 985
Χορός
τόρευε πᾶσαν ᾠδήν·
 
ἡγοῦ δέ γʼ ὧδʼ αὐτὸς σὺ
 
κισσοφόρε Βάκχειε
 
δέσποτʼ· ἐγὼ δὲ κώμοις
 
σὲ φιλοχόροισι μέλψω.
[Lyric-Scene 3]
εὔιον ὦ Διόνυσε 990
Χορός
Βρόμιε καὶ Σεμέλας παῖ,
 
χοροῖς τερπόμενος
 
κατʼ ὄρεα νυμφᾶν †ἐρατοῖσ† ἐν ὕμνοις,
 
Numbered 993b in print; renumbered 993a according to Perseus conventions.εὔιον εὔιον εὐοῖ
 
ἀναχορεύων.
 
ἀμφὶ δὲ σοὶ κτυπεῖται 995
 
Κιθαιρώνιος ἠχώ,
 
μελάμφυλλά τʼ ὄρη
 
δάσκια καὶ νάπαι πετρώδεις βρέμονται·
 
κύκλῳ δὲ περὶ σὲ κισσὸς
 
εὐπέταλος ἕλικι θάλλει. 1000
Τοξότης
ἐνταῦτα νῦν οἰμῶξι πρὸς τὴν αἰτρίαν.
Μνησίλοχος
ὦ τοξόθʼ ἱκετεύω σε.
Τοξότης
μή μʼ ἰκετεῦσι σύ.
Μνησίλοχος
χάλασον τὸν ἧλον.
Τοξότης
ἀλλὰ ταῦτα δρᾶσʼ ἐγώ.
Μνησίλοχος
οἴμοι κακοδαίμων, μᾶλλον ἐπικρούεις σύ γε.
Τοξότης
ἔτι μᾶλλο βοῦλις; 1005
Μνησίλοχος
ἀτταταῖ ἰατταταῖ· 1005
 
κακῶς ἀπόλοιο.
Τοξότης
σῖγα κακοδαίμων γέρον.
 
πέρʼ ἐγὼ ʼξινίγκι πορμός, ἴνα πυλάξι σοι.
Μνησίλοχος
ταυτὶ τὰ βέλτιστʼ ἀπολέλαυκʼ Εὐριπίδου.
 
ἔα· θεοί, Ζεῦ σῶτερ, εἰσὶν ἐλπίδες.
 
ἁνὴρ ἔοικεν οὐ προδώσειν, ἀλλά μοι 1010
 
σημεῖον ὑπεδήλωσε Περσεὺς ἐκδραμών,
 
ὅτι δεῖ με γίγνεσθʼ Ἀνδρομέδαν· πάντως δέ μοι
 
τὰ δέσμʼ ὑπάρχει. δῆλον οὖν τοῦτʼ ἔσθʼ ὅτι
 
ἥξει με σώσων· οὐ γὰρ ἂν παρέπτετο. 1015
[Lyric-Scene]
φίλαι παρθένοι φίλαι, πῶς ἂν οὖν
Εὐριπίδης
ἐπέλθοιμι καὶ
 
τὸν Σκύθην λάθοιμι;
 
κλύεις; ὦ πρὸς αἰδοῦς σὲ τὰν ἐν ἄντροις,
 
κατάνευσον, ἔασον ὡς 1020
 
τὴν γυναῖκά μʼ ἐλθεῖν.
Μνησίλοχος
ἄνοικτος ὅς μʼ ἔδησε τὸν
 
πολυστονώτατον βροτῶν·
 
μόλις δὲ γραῖαν ἀποφυγὼν
 
σαπρὰν ἀπωλόμην ὅμως. 1025
 
ὅδε γὰρ ὁ Σκύθης πάλαι μοι φύλαξ
 
ἐφεστὼς ὀλοὸν ἄφιλον ἐκρέμασεν
 
κόραξι δεῖπνον. ὁρᾷς; οὐ
 
χοροῖσιν οὐδʼ ὑφʼ ἡλίκων νεανίδων 1030
 
κημὸν ἕστηκʼ ἔχουσʼ,
 
ἀλλʼ ἐν πυκνοῖς δεσμοῖσιν ἐμπεπλεγμένη
 
κήτει βορὰ Γλαυκέτῃ πρόκειμαι,
 
γαμηλίῳ μὲν οὐ ξὺν
 
παιῶνι δεσμίῳ δὲ 1035
 
γοᾶσθέ μʼ ὦ γυναῖκες, ὡς
 
μέλεα μὲν πέπονθα μέλεος,
 
ὦ τάλας ἐγὼ τάλας,
 
ἀπὸ δὲ συγγόνων τάλανʼ ἄνομα πάθεα,
 
φῶτά τε λιτομέναν, πολυδάκρυτον Ἀίδα 1040
 
γόον †φεύγουσαν†
 
αἰαῖ αἰαῖ ἒ ἒ,
 
ὃς ἔμʼ ἀπεξύρησε πρῶτον,
 
ὃς ἐμὲ κροκόεντʼ ἐνέδυσεν·
 
ἐπὶ δὲ τοῖσδʼ ἐς τόδʼ ἀνέπεμψεν 1045
 
ἱερόν, ἔνθα γυναῖκες.
 
ἰώ μοι μοίρας ἄτεγκτε δαίμων·
 
ὦ κατάρατος ἐγώ·
 
τίς ἐμὸν οὐκ ἐπόψεται
 
πάθος ἀμέγαρτον ἐπὶ κακῶν παρουσίᾳ;
 
εἴθε με πυρφόρος αἰθέρος ἀστὴρ— 1050
 
τὸν βάρβαρον ἐξολέσειεν.
 
οὐ γὰρ ἔτʼ ἀθανάταν φλόγα λεύσσειν
 
ἐστὶν ἐμοὶ φίλον, ὡς ἐκρεμάσθην,
 
λαιμότμητʼ ἄχη δαιμόνων αἰόλαν
 
νέκυσιν ἐπὶ πορείαν. 1055
Εὐριπίδης
χαῖρʼ ὦ φίλη παῖ· τὸν δὲ πατέρα Κηφέα
 
ὅς σʼ ἐξέθηκεν ἀπολέσειαν οἱ θεοί.
Μνησίλοχος
σὺ δʼ εἶ τίς ἥτις τοὐμὸν ᾤκτιρας πάθος;
Εὐριπίδης
Ἠχὼ λόγων ἀντῳδὸς ἐπικοκκάστρια,
 
ἥπερ πέρυσιν ἐν τῷδε ταὐτῷ χωρίῳ 1060
 
Εὐριπίδῃ καὐτὴ ξυνηγωνιζόμην.
 
ἀλλʼ ὦ τέκνον σὲ μὲν τὸ σαυτῆς χρὴ ποιεῖν,
 
κλάειν ἐλεινῶς.
Μνησίλοχος
σὲ δʼ ἐπικλάειν ὕστερον.
Εὐριπίδης
ἐμοὶ μελήσει ταῦτά γʼ. ἀλλʼ ἄρχου λόγων.
Μνησίλοχος
ὦ νὺξ ἱερὰ 1065
 
ὡς μακρὸν ἵππευμα διώκεις
 
ἀστεροειδέα νῶτα διφρεύουσʼ
 
αἰθέρος ἱερᾶς
 
τοῦ σεμνοτάτου διʼ Ὀλύμπου;
Εὐριπίδης
διʼ Ὀλύμπου.
Μνησίλοχος
τί ποτʼ Ἀνδρομέδα περίαλλα κακῶν 1070
 
μέρος ἐξέλαχον—
Εὐριπίδης
μέρος ἐξέλαχον—
Μνησίλοχος
θανάτου τλήμων;
Εὐριπίδης
θανάτου τλήμων;
Μνησίλοχος
ἀπολεῖς μʼ ὦ γραῦ στωμυλλομένη.
Εὐριπίδης
στωμυλλομένη.
Μνησίλοχος
νὴ Δίʼ ὀχληρά γʼ εἰσήρρηκας 1075
 
λίαν.
Εὐριπίδης
λίαν.
Μνησίλοχος
ὦγάθʼ ἔασόν με μονῳδῆσαι,
 
καὶ χαριεῖ μοι. παῦσαι.
Εὐριπίδης
παῦσαι.
Μνησίλοχος
βάλλʼ ἐς κόρακας.
Εὐριπίδης
βάλλʼ ἐς κόρακας.
Μνησίλοχος
τί κακόν; 1080
Εὐριπίδης
τί κακόν; 1080
Μνησίλοχος
ληρεῖς. 1080
Εὐριπίδης
ληρεῖς. 1080
Μνησίλοχος
οἴμωζʼ.
Εὐριπίδης
οἴμωζʼ.
Μνησίλοχος
ὀτότυζʼ.
Εὐριπίδης
ὀτότυζʼ.
Τοξότης
οὖτος σί λαλῖς;
Εὐριπίδης
οὖτος σί λαλῖς;
Τοξότης
πρυτάνεις καλέσω;
Εὐριπίδης
πρυτάνεις καλέσω;
Τοξότης
σί κακόν; 1085
Εὐριπίδης
σί κακόν; 1085
Τοξότης
πῶτε τὸ πωνή;
Εὐριπίδης
πῶτε τὸ πωνή;
Τοξότης
σὺ λαλῖς;
Εὐριπίδης
σὺ λαλῖς;
Τοξότης
κλαύσει.
Εὐριπίδης
κλαύσει.
Τοξότης
κακκάσκι μοι;
Εὐριπίδης
κακκάσκι μοι;
Μνησίλοχος
μὰ Δίʼ ἀλλὰ γυνὴ πλησίον αὕτη. 1090
Εὐριπίδης
πλησίον αὕτη.
Τοξότης
ποῦ στʼ ηʼ μιαρά; καὶ δὴ πεύγει.
 
ποῖ ποῖ πεύγεις;
Εὐριπίδης
ποῖ ποῖ πεύγεις;
Τοξότης
οὐ καιρήσεις;
Εὐριπίδης
οὐ καιρήσεις;
Τοξότης
ἔτι γὰρ γρύζεις; 1095
Εὐριπίδης
ἔτι γὰρ γρύζεις; 1095
Τοξότης
λαβὲ τὴ μιαρά.
Εὐριπίδης
λαβὲ τὴ μιαρά.
Τοξότης
λάλο καὶ κατάρατο γύναικο.
Εὐριπίδης
ὦ θεοὶ τίνʼ ἐς γῆν βαρβάρων ἀφίγμεθα
 
ταχεῖ πεδίλῳ; διὰ μέσου γὰρ αἰθέρος
 
τέμνων κέλευθον πόδα τίθημʼ ὑπόπτερον 1100
 
Περσεὺς πρὸς Ἄργος ναυστολῶν τὸ Γοργόνος
 
κάρα κομίζων.
Τοξότης
τί λέγι; τὴ Γόργος πέρι
 
τὸ γραμματέο σὺ τὴ κεπαλή;
Εὐριπίδης
τὴν Γοργόνος
 
ἔγωγε φημί.
Τοξότης
Γόργο τοι κἀγὼ λέγι.
Εὐριπίδης
ἔα· τίνʼ ὄχθον τόνδʼ ὁρῶ καὶ παρθένον 1105
 
θεαῖς ὁμοίαν ναῦν ὅπως ὡρμισμένην;
Μνησίλοχος
ὦ ξένε κατοίκτιρόν με τὴν παναθλίαν,
 
λῦσόν με δεσμῶν.
Τοξότης
οὐκὶ μὶ λαλῆσι σύ;
 
κατάρατο τολμᾷς ἀποτανουμένη λαλᾷς;
Εὐριπίδης
ὦ παρθένʼ οἰκτίρω σὲ κρεμαμένην ὁρῶν. 1110
Τοξότης
οὐ παρτένʼ ἐστίν, ἀλλʼ ἀμαρτωλὴ γέρων
 
καὶ κλέπτο καὶ πανοῦργο.
Εὐριπίδης
ληρεῖς ὦ Σκύθα.
 
αὕτη γάρ ἐστιν Ἀνδρομέδα παῖς Κηφέως.
Τοξότης
σκέψαι τὸ κύστο· μή τι μικτὸν παίνεται;
Εὐριπίδης
φέρε δεῦρό μοι τὴν χεῖρʼ, ἵνʼ ἅψωμαι κόρης· 1115
 
φέρε Σκύθʼ· ἀνθρώποισι γὰρ νοσήματα
 
ἅπασίν ἐστιν· ἐμὲ δὲ καὐτὸν τῆς κόρης
 
ταύτης ἔρως εἴληφεν.
Τοξότης
οὐ ζηλῶσί σε·
 
ἀτὰρ εἰ τὸ πρωκτὸ δεῦρο περιεστραμμένον,
 
οὐκ ἐπτόνησά σʼ αὐτὸ πυγίζεις ἄγων. 1120
Εὐριπίδης
τί δʼ οὐκ ἐᾷς λύσαντά μʼ αὐτὴν ὦ Σκύθα
 
πεσεῖν ἐς εὐνὴν καὶ γαμήλιον λέχος;
Τοξότης
εἰ σπόδρʼ ἐπιτυμεῖς τὴ γέροντο πύγισο,
 
τὴ σανίδο τρήσας ἐξόπιστο πρώκτισον.
Εὐριπίδης
μὰ Δίʼ ἀλλὰ λύσω δεσμά. 1125
Τοξότης
μαστιγῶ σʼ ἄρα. 1125
Εὐριπίδης
καὶ μὴν ποιήσω τοῦτο.
Τοξότης
τὸ κεπαλή σʼ ἄρα
 
τὸ ξιπομάκαιραν ἀποκεκόψι τουτοϊ.
Εὐριπίδης
αἰαῖ· τί δράσω; πρὸς τίνας στρεφθῶ λόγους;
 
ἀλλʼ οὐ γὰρ ἂν δέξαιτο βάρβαρος φύσις.
 
σκαιοῖσι γάρ τοι καινὰ προσφέρων σοφὰ 1130
 
μάτην ἀναλίσκοις ἄν, ἀλλʼ ἄλλην τινὰ
 
τούτῳ πρέπουσαν μηχανὴν προσοιστέον.
Τοξότης
μιαρὸς ἀλώπηξ, οἶον ἐπιτήκιζί μοι.
Μνησίλοχος
μέμνησο Περσεῦ μʼ ὡς καταλείπεις ἀθλίαν.
Τοξότης
ἔτι γὰρ σὺ τὴ μάστιγαν ἐπιτυμεῖς λαβεῖν; 1135
[Choral 1]
Παλλάδα τὴν φιλόχορον ἐμοὶ
Χορός
δεῦρο καλεῖν νόμος ἐς χορόν,
 
παρθένον ἄζυγα κούρην,
[Choral 1a]
ἣ πόλιν ἡμετέραν ἔχει 1140
Χορός
καὶ κράτος φανερὸν μόνη
 
κλῃδοῦχός τε καλεῖται.
[Choral]
φάνηθʼ ὦ τυράννους
Χορός
στυγοῦσʼ ὥσπερ εἰκός.
[Choral 1b]
δῆμός τοί σε καλεῖ γυναικῶν· 1145
Χορός
ἔχουσα δέ μοι μόλοις
 
εἰρήνην φιλέορτον.
[Choral 2]
ἥκετʼ εὔφρονες ἵλαοι,
Χορός
πότνιαι, ἄλσος ἐς ὑμέτερον,
 
οὗ δὴ ἀνδράσιν οὐ θέμις εἰσορᾶν 1150
 
ὄργια σεμνὰ θεοῖν, ἵνα λαμπάσι
 
φαίνετον ἄμβροτον ὄψιν.
 
μόλετον ἔλθετον, ἀντόμεθʼ ὦ
 
Θεσμοφόρω πολυποτνία,
 
εἰ καὶ πρότερόν ποτʼ ἐπηκόω 1155
 
ἤλθετον, ἔλθετε νῦν, ἀφίκεσθʼ ἱκετεύομεν
 
ἐνθάδε χἠμῖν.
Εὐριπίδης
γυναῖκες εἰ βούλεσθε τὸν λοιπόν χρόνον 1160
 
σπονδὰς ποιήσασθαι πρὸς ἐμέ, νυνὶ πάρα,
 
ἐφʼ ᾧτʼ ἀκοῦσαι μηδὲν ὑπʼ ἐμοῦ μηδαμὰ
 
κακὸν τὸ λοιπόν. ταῦτʼ ἐπικηρυκεύομαι.
Χορός
χρείᾳ δὲ ποίᾳ τόνδʼ ἐπεσφέρεις λόγον;
Εὐριπίδης
ὅδʼ ἐστὶν οὑν τῇ σανίδι κηδεστὴς ἐμός. 1165
 
ἢν οὖν κομίσωμαι τοῦτον, οὐδὲν μή ποτε
 
κακῶς ἀκούσητʼ· ἢν δὲ μὴ πίθησθέ μοι,
 
ἃ νῦν ὑποικουρεῖτε τοῖσιν ἀνδράσιν
 
ἀπὸ τῆς στρατιᾶς παροῦσιν ὑμῶν διαβαλῶ.
Χορός
τὰ μὲν παρʼ ἡμῶν ἴσθι σοι πεπεισμένα· 1170
 
τὸν βάρβαρον δὲ τοῦτον αὐτὸς πεῖθε σύ.
Εὐριπίδης
ἐμὸν ἔργον ἐστίν· καὶ σὸν ὦλάφιον ἅ σοι
 
καθʼ ὁδὸν ἔφραζον ταῦτα μεμνῆσθαι ποιεῖν.
 
πρῶτον μὲν οὖν δίελθε κἀνακάλπασον.
 
σὺ δʼ ὦ Τερηδὼν ἐπαναφύσα Περσικόν. 1175
Τοξότης
τί τὸ βόμβο τοῦτο; κῶμο τίς ἀνεγεῖρί μοι
Εὐριπίδης
ἡ παῖς ἔμελλε προμελετᾶν ὦ τοξότα.
 
ὀρχησομένη γὰρ ἔρχεθʼ ὡς ἄνδρας τινάς.
Τοξότης
ὀρκῆσι καὶ μελετῆσι, οὐ κωλύσʼ ἐγώ.
 
ὡς ἐλαπρός, ὥσπερ ψύλλο κατὰ τὸ κῴδιο. 1180
Εὐριπίδης
φέρε θοἰμάτιον ἄνωθεν ὦ τέκνον τοδί·
 
καθιζομένη δʼ ἐπὶ τοῖσι γόνασι τοῦ Σκύθου
 
τὼ πόδε πρότεινον, ἵνʼ ὑπολύσω.
Τοξότης
ναῖκι ναὶ
 
κάτησο κάτησο, ναῖκι ναῖκι τυγάτριον.
 
οἴμʼ ὠς στέριπο τὸ τιττἴ, ὤσπερ γογγύλη. 1185
Εὐριπίδης
αὔλει σὺ θᾶττον· ἔτι δέδοικας τὸν Σκύθην;
Τοξότης
καλό γε τὸ πυγή. κλαῦσί γʼ ἂν μὴ ʼνδον μένῃς.
 
Numbered 1187b in print; renumbered 1187a according to Perseus conventions.ἀνακύπτι καὶ παρακύπτι ἀπεψωλημένος·
 
εἶεν· καλὴ τὸ σκῆμα περὶ τὸ πόστιον.
Εὐριπίδης
καλῶς ἔχει. λαβὲ θοἰμάτιον· ὥρα ʼστὶ νῷν
 
ἤδη βαδίζειν. 1190
Τοξότης
οὐκὶ πιλῆσι πρῶτά με; 1190
Εὐριπίδης
πάνυ γε· φίλησον αὐτόν.
Τοξότης
ὂ ὂ ὂ παπαπαπαῖ,
 
ὠς γλυκερὸ τὸ γλῶσσʼ, ὤσπερ Ἀττικὸς μέλις.
 
τί οὐ κατεύδει παρʼ ἐμέ;
Εὐριπίδης
χαῖρε τοξότα,
 
οὐ γὰρ γένοιτʼ ἂν τοῦτο.
Τοξότης
ναὶ ναὶ γρᾴδιο.
 
ἐμοὶ κάρισο σὺ τοῦτο. 1195
Εὐριπίδης
δώσεις οὖν δραχμήν; 1195
Τοξότης
ναὶ ναῖκι δῶσι.
Εὐριπίδης
τἀργύριον τοίνυν φέρε.
Τοξότης
ἀλλʼ οὐκ ἔκὠδέν· ἀλλὰ τὸ συβήνην λαβέ.
Εὐριπίδης
ἔπειτα † κομίζεις αὐτοῖς.†
Τοξότης
ἀκολούτι τέκνον.
 
σὺ δὲ τοῦτο τήρει τὴ γέροντο, γρᾴδιο.
 
ὄνομα δέ σοι τί ἔστιν; 1200
Εὐριπίδης
Ἀρτεμισία. 1200
Τοξότης
μεμνῆσι τοίνυν τοὔνομʼ· Ἀρταμουξία.
Εὐριπίδης
Ἑρμῆ δόλιε ταυτὶ μὲν ἔτι καλῶς ποιεῖς.
 
σὺ μὲν οὖν ἀπότρεχε παιδάριον τουτὶ λαβών·
 
ἐγὼ δὲ λύσω τόνδε. σὺ δʼ ὅπως ἀνδρικῶς
 
ὅταν λυθῇς τάχιστα θεύξει καὶ τενεῖς 1205
 
ὡς τὴν γυναῖκα καὶ τὰ παιδἴ οἴκαδε.
Μνησίλοχος
ἐμοὶ μελήσει ταῦτά γʼ ἢν ἅπαξ λυθῶ.
Εὐριπίδης
λέλυσο. σὸν ἔργον, φεῦγε πρὶν τὸν τοξότην
 
ἥκοντα καταλαβεῖν.
Μνησίλοχος
ἐγὼ δὴ τοῦτο δρῶ.
Τοξότης
ὦ γρᾴδιʼ ὠς καρίεντό σοι τὸ τυγάτριον, 1210
 
κοὐ δύσκολʼ ἀλλὰ πρᾶο. ποῦ τὸ γρᾴδιο;
 
οἴμʼ ὠς ἀπόλωλο· ποῦ τὸ γέροντʼ ἐντευτενί;
 
ὦ γρᾴδιʼ, ὦ γρᾷ. οὐκ ἐπαινῶ γρᾴδιο.
 
Ἀρταμουξία.
 
διέβαλλέ μʼ ηʼ γραῦς. ἀπότρεκʼ ὠς τάκιστα σύ·
 
ὀρτῶς δὲ συβήνη ʼστί· καταβηνῆσι γάρ. 1215
 
οἴμοι, 1215
 
τί δρᾶσι; ποῖ τὸ γρᾴδιʼ; Ἀρταμουξία.
Χορός
τὴν γραῦν ἐρωτᾷς, ἣ ʼφερεν τὰς πηκτίδας;
Τοξότης
ναὶ ναῖκι. εἶδες αὐτό;
Χορός
ταύτῃ γʼ οἴχεται
 
αὐτή τʼ ἐκείνη καὶ γέρων τις εἵπετο.
Τοξότης
κροκῶτʼ ἔκοντο τὴ γέροντο; 1220
Χορός
φήμʼ ἐγώ. 1220
 
ἔτʼ ἂν καταλάβοις, εἰ διώκοις ταυτῃί.
Τοξότης
ὦ μιαρὸ γρᾶο· πότερα τρέξι τὴν ὀδό;
 
Ἀρταμουξία.
Χορός
ὀρθὴν ἄνω δίωκε. ποῖ θεῖς; οὐ πάλιν
 
τῃδὶ διώξει; σʼ τοὔμπαλιν τρέχεις σύ γε.
Τοξότης
κακόδαιμον, ἀλλὰ τρέξι. Ἀρταμουξία. 1225
[Exodus]
τρέχε νυν κατὰ τοὺς κόρακας ἐπουρίσας, τρέχε.
Χορός
ἀλλὰ πέπαισται μετρίως ἡμῖν·
 
ὥσθʼ ὥρα δή ʼστι βαδίζειν
 
οἴκαδʼ ἑκάστῃ. τὼ Θεσμοφόρω δʼ
 
ἡμῖν ἀγαθὴν 1230
 
τούτων χάριν ἀνταποδοίτην.
1 / 1

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi