Thesauros Edebiyat Komedya Λυσιστράτη

Λυσιστράτη

Λυσιστράτη Aristophanes

Stasimon 3

Κινησίας
σὺ δʼ οὐ κατακλίνει. 910
Μυρρίνη
ποῦ γὰρ ἄν τις καὶ τάλαν 910
 
δράσειε τοῦθʼ;
Κινησίας
ὅπου; τὸ τοῦ Πανὸς καλόν.
Μυρρίνη
καὶ πῶς ἔθʼ ἁγνὴ δῆτʼ ἂν ἔλθοιμʼ ἐς πόλιν;
Κινησίας
κάλλιστα δήπου λουσαμένη τῇ Κλεψύδρᾳ.
Μυρρίνη
ἔπειτʼ ὀμόσασα δῆτʼ ἐπιορκήσω τάλαν;
Κινησίας
εἰς ἐμὲ τράποιτο· μηδὲν ὅρκου φροντίσῃς. 915
Μυρρίνη
φέρε νυν ἐνέγκω κλινίδιον νῷν.
Κινησίας
μηδαμῶς.
 
ἀρκεῖ χαμαὶ νῷν.
Μυρρίνη
μὰ τὸν Ἀπόλλω μή σʼ ἐγὼ
 
καίπερ τοιοῦτον ὄντα κατακλινῶ χαμαί.
Κινησίας
ἥ τοι γυνὴ φιλεῖ με, δήλη ʼστὶν καλῶς.
Μυρρίνη
ἰδοὺ κατάκεισʼ ἀνύσας τι, κἀγὼ ʼκδύομαι. 920
 
καίτοι, τὸ δεῖνα, ψίαθός ἐστʼ ἐξοιστέα.
Κινησίας
ποία ψίαθος; μὴ μοί γε.
Μυρρίνη
νὴ τὴν Ἄρτεμιν,
 
αἰσχρὸν γὰρ ἐπὶ τόνου γε.
Κινησίας
δός μοί νυν κύσαι.
← Önceki Stasimon 3 · 8 / 29 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi