Thesauros Edebiyat Komedya Λυσιστράτη

Λυσιστράτη

Λυσιστράτη Aristophanes

Stasimon 3

Κινησίας
τὰ δʼ ἔνδον ὄντα τἀμὰ καὶ σὰ χρήματα
 
χεῖρον διατίθης. 895
Μυρρίνη
ὀλίγον αὐτῶν μοι μέλει. 895
Κινησίας
ὀλίγον μέλει σοι τῆς κρόκης φορουμένης
 
ὑπὸ τῶν ἀλεκτρυόνων;
Μυρρίνη
ἔμοιγε νὴ Δία.
Κινησίας
τὰ δὲ τῆς Ἀφροδίτης ἱέρʼ ἀνοργίαστά σοι
 
χρόνον τοσοῦτόν ἐστιν. οὐ βαδιεῖ πάλιν;
Μυρρίνη
μὰ Δίʼ οὐκ ἔγωγʼ, ἢν μὴ διαλλαχθῆτέ γε 900
 
καὶ τοῦ πολέμου παύσησθε.
Κινησίας
τοιγάρ, ἢν δοκῇ,
 
ποιήσομεν καὶ ταῦτα.
Μυρρίνη
τοιγάρ, ἢν δοκῇ,
 
κἄγωγʼ ἄπειμʼ ἐκεῖσε· νῦν δʼ ἀπομώμοκα.
Κινησίας
σὺ δʼ ἀλλὰ κατακλίνηθι μετʼ ἐμοῦ διὰ χρόνου.
Μυρρίνη
οὐ δῆτα· καίτοι σʼ οὐκ ἐρῶ γʼ ὡς οὐ φιλῶ. 905
Κινησίας
φιλεῖς; τί οὖν οὐ κατεκλίνης ὦ Μύρριον;
Μυρρίνη
ὦ καταγέλαστʼ ἐναντίον τοῦ παιδίου;
Κινησίας
μὰ Δίʼ ἀλλὰ τοῦτό γʼ οἴκαδʼ ὦ Μανῆ φέρε.
 
ἰδοὺ τὸ μέν σοι παιδίον καὶ δὴ ʼκποδών,
← Önceki Stasimon 3 · 7 / 29 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi