Thesauros Edebiyat Komedya Λυσιστράτη

Λυσιστράτη

Λυσιστράτη Aristophanes

Stasimon 3

Ἀθηναῖος Α.
νυνὶ δʼ ἅπαντʼ ἤρεσκεν· ὥστʼ εἰ μέν γέ τις
 
ᾄδοι Τελαμῶνος, Κλειταγόρας ᾄδειν δέον,
 
ἐπῃνέσαμεν ἂν καὶ προσεπιωρκήσαμεν.
 
ἀλλʼ οὑτοιὶ γὰρ αὖθις ἔρχονται πάλιν
 
ἐς ταὐτόν. οὐκ ἐρρήσετʼ ὦ μαστιγίαι; 1240
Ἀθηναῖος Β.
νὴ τὸν Δίʼ ὡς ἤδη γε χωροῦσʼ ἔνδοθεν.
Λάκων
ὦ Πολυχαρείδα λαβὲ τὰ φυσατήρια,
 
ἵνʼ ἐγὼ διποδιάξω τε κἀείσω καλὸν
 
ἐς τὼς Ἀσαναίως τε † καὶ ἐς ἡμᾶς ἅμα †.
Ἀθηναῖος
λαβὲ δῆτα τὰς φυσαλλίδας πρὸς τῶν θεῶν, 1245
 
ὡς ἥδομαί γʼ ὑμᾶς ὁρῶν ὀρχουμένους.
[Lyric-Scene]
ὅρμαον
Χορὸς Λακεδαιμονίων
τὼς κυρσανίως ὦ Μναμοΰνα
 
τάν τʼ ἐμὰν Μῶαν, ἅτις
 
οἶδεν ἁμὲ τώς τʼ Ἀσαναίως, 1250
 
ὅκα τοὶ μὲν ἐπʼ Ἀρταμιτίῳ
 
πρὤκροον σιοείκελοι
 
ποττὰ κᾶλα τὼς Μήδως τʼ ἐνίκων,
 
ἁμὲ δʼ αὖ Λεωνίδας
 
ἆγεν ᾇπερ τὼς κάπρως 1255
← Önceki Stasimon 3 · 26 / 29 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi