Stasimon 3
Ἀθηναῖος Α.
ἄνοιγε τὴν θύραν· παραχωρεῖν οὐ θέλεις;
ὑμεῖς τί κάθησθε; μῶν ἐγὼ τῇ λαμπάδι
ὑμᾶς κατακαύσω; φορτικὸν τὸ χωρίον.
οὐκ ἂν ποιήσαιμʼ. εἰ δὲ πάνυ δεῖ τοῦτο δρᾶν,
ὑμῖν χαρίσασθαι, προσταλαιπωρήσομεν.
1220
Ἀθηναῖος Β
χἠμεῖς γε μετὰ σοῦ ξυνταλαιπωρήσομεν.
Ἀθηναῖος Α.
οὐκ ἄπιτε; κωκύσεσθε τὰς τρίχας μακρά.
οὐκ ἄπιθʼ, ὅπως ἂν οἱ Λάκωνες ἔνδοθεν
καθʼ ἡσυχίαν ἀπίωσιν εὐωχημένοι;
Ἀθηναῖος Β.
οὔπω τοιοῦτον συμπόσιον ὄπωπʼ ἐγώ.
1225
ἦ καὶ χαρίεντες ἦσαν οἱ Λακωνικοί·
ἡμεῖς δʼ ἐν οἴνῳ συμπόται σοφώτατοι.
Ἀθηναῖος Α.
ὀρθῶς γʼ, ὁτιὴ νήφοντες οὐχ ὑγιαίνομεν·
ἢν τοὺς Ἀθηναίους ἐγὼ πείσω λέγων,
μεθύοντες ἀεὶ πανταχοῖ πρεσβεύσομεν.
1230
νῦν μὲν γὰρ ὅταν ἔλθωμεν ἐς Λακεδαίμονα
νήφοντες, εὐθὺς βλέπομεν ὅ τι ταράξομεν·
ὥσθʼ ὅ τι μὲν ἂν λέγωσιν οὐκ ἀκούομεν,
ἃ δʼ οὐ λέγουσι, ταῦθʼ ὑπονενοήκαμεν,
ἀγγέλλομεν δʼ οὐ ταὐτὰ τῶν αὐτῶν πέρι.
1235