Thesauros Edebiyat Komedya Λυσιστράτη

Λυσιστράτη

Λυσιστράτη Aristophanes

Eksodos

Γυνὴ Γ
ὁ τόκος ἔτʼ ἐν πόλει, τέκοιμʼ ἐς τὴν κυνῆν
 
ἐσβᾶσα ταύτην, ὥσπερ αἱ περιστεραί. 755
Λυσιστράτη
τί λέγεις; προφασίζει· περιφανῆ τὰ πράγματα.
 
οὐ τἀμφιδρόμια τῆς κυνῆς αὐτοῦ μενεῖς;
Γυνὴ Γ
ἀλλʼ οὐ δύναμαι ʼγωγʼ οὐδὲ κοιμᾶσθʼ ἐν πόλει,
 
ἐξ οὗ τὸν ὄφιν εἶδον τὸν οἰκουρόν ποτε.
Γυνὴ Δ
ἐγὼ δʼ ὑπὸ τῶν γλαυκῶν γε τάλαινʼ ἀπόλλυμαι 760
 
ταῖς ἀγρυπνίαισι κακκαβαζουσῶν ἀεί.
Λυσιστράτη
ὦ δαιμόνιαι παύσασθε τῶν τερατευμάτων.
 
ποθεῖτʼ ἴσως τοὺς ἄνδρας· ἡμᾶς δʼ οὐκ οἴει
 
ποθεῖν ἐκείνους; ἀργαλέας γʼ εὖ οἶδʼ ὅτι
 
ἄγουσι νύκτας. ἀλλʼ ἀνάσχεσθʼ ὦγαθαί, 765
 
καὶ προσταλαιπωρήσατʼ ἔτʼ ὀλίγον χρόνον,
 
ὡς χρησμὸς ἡμῖν ἐστιν ἐπικρατεῖν, ἐὰν
 
μὴ στασιάσωμεν· ἔστι δʼ ὁ χρησμὸς οὑτοσί.
Γυνὴ Α
λέγʼ αὐτὸν ἡμῖν ὅ τι λέγει.
Λυσιστράτη
σιγᾶτε δή.
 
ἀλλʼ ὁπόταν πτήξωσι χελιδόνες εἰς ἕνα χῶρον, 770
 
τοὺς ἔποπας φεύγουσαι, ἀπόσχωνταί τε φαλήτων,
 
παῦλα κακῶν ἔσται, τὰ δʼ ὑπέρτερα νέρτερα θήσει
← Önceki Eksodos · 4 / 5 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi