Thesauros Edebiyat Komedya Λυσιστράτη

Λυσιστράτη

Λυσιστράτη Aristophanes

Eksodos

Λυσιστράτη
μή μἀποδείρῃς. ἢν γὰρ ἄρξῃς τοῦτο σύ, 740
 
ἑτέρα γυνὴ ταὐτὸν ποιεῖν βουλήσεται.
Γυνὴ Γ
ὦ πότνιʼ Εἰλείθυιʼ ἐπίσχες τοῦ τόκου,
 
ἕως ἂν εἰς ὅσιον μόλω ʼγὼ χωρίον.
Λυσιστράτη
τί ταῦτα ληρεῖς;
Γυνὴ Γ
αὐτίκα μάλα τέξομαι.
Λυσιστράτη
ἀλλʼ οὐκ ἐκύεις σύ γʼ ἐχθές. 745
Γυνὴ Γ
ἀλλὰ τήμερον. 745
 
ἀλλʼ οἴκαδέ μʼ ὡς τὴν μαῖαν ὦ Λυσιστράτη
 
ἀπόπεμψον ὡς τάχιστα.
Λυσιστράτη
τίνα λόγον λέγεις;
 
τί τοῦτʼ ἔχεις τὸ σκληρόν;
Γυνὴ Γ
ἄρρεν παιδίον.
Λυσιστράτη
μὰ τὴν Ἀφροδίτην οὐ σύ γʼ, ἀλλʼ ἢ χαλκίον
 
ἔχειν τι φαίνει κοῖλον· εἴσομαι δʼ ἐγώ. 750
 
ὦ καταγέλαστʼ ἔχουσα τὴν ἱερὰν κυνῆν
 
κυεῖν ἔφασκες;
Γυνὴ Γ
καὶ κυῶ γε νὴ Δία.
Λυσιστράτη
τί δῆτα ταύτην εἶχες;
Γυνὴ Γ
ἵνα μʼ εἰ καταλάβοι
← Önceki Eksodos · 3 / 5 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi