Thesauros Edebiyat Komedya Λυσιστράτη

Λυσιστράτη

Λυσιστράτη Aristophanes

Stasimon 2

[Choral 2]
τήμερον τοὺς δημότας βωστρεῖν σʼ ἐγὼ πεκτούμενον. 685
Χορὸς Γυναικῶν
ἀλλὰ χἠμεῖς ὦ γυναῖκες θᾶττον ἐκδυώμεθα,
 
ὡς ἂν ὄζωμεν γυναικῶν αὐτοδὰξ ὠργισμένων.
 
νῦν πρὸς ἔμʼ ἴτω τις, ἵνα μή ποτε φάγῃ σκόροδα, μηδὲ
 
κυάμους μέλανας. 690
 
ὡς εἰ καὶ μόνον κακῶς ἐρεῖς, ὑπερχολῶ γάρ,
 
αἰετὸν τίκτοντα κάνθαρός σε μαιεύσομαι. 695
[Choral]
οὐ γὰρ ὑμῶν φροντίσαιμʼ ἄν, ἢν ἐμοὶ ζῇ Λαμπιτὼ
Χορὸς Γυναικῶν
ἥ τε Θηβαία φίλη παῖς εὐγενὴς Ἰσμηνία.
 
οὐ γὰρ ἔσται δύναμις, οὐδʼ ἢν ἑπτάκις σὺ ψηφίσῃ,
 
ὅστις ὦ δύστηνʼ ἀπήχθου πᾶσι καὶ τοῖς γείτοσιν.
 
ὥστε κἀχθὲς θἠκάτῃ ποιοῦσα παιγνίαν ἐγὼ 700
 
τοῖσι παισὶ τὴν ἑταίραν ἐκάλεσʼ ἐκ τῶν γειτόνων,
 
παῖδα χρηστὴν κἀγαπητὴν ἐκ Βοιωτῶν ἔγχελυν·
 
οἱ δὲ πέμψειν οὐκ ἔφασκον διὰ τὰ σὰ ψηφίσματα.
 
κοὐχὶ μὴ παύσησθε τῶν ψηφισμάτων τούτων, πρὶν ἂν
 
τοῦ σκέλους ὑμᾶς λαβών τις ἐκτραχηλίσῃ φέρων. 705
← Önceki Stasimon 2 · 4 / 4 Sonraki bölüm →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi