Thesauros Edebiyat Komedya Λυσιστράτη

Λυσιστράτη

Λυσιστράτη Aristophanes

Stasimon 2

[Choral 2]
ταῦτʼ οὖν οὐχ ὕβρις τὰ πράγματʼ ἐστὶ
Χορὸς γερόντων
πολλή; κἀπιδώσειν μοι δοκεῖ τὸ χρῆμα μᾶλλον. 660
 
ἀλλʼ ἀμυντέον τὸ πρᾶγμʼ ὅστις γʼ ἐνόρχης ἔστʼ ἀνήρ.
 
ἀλλὰ τὴν ἐξωμίδʼ ἐκδυώμεθʼ, ὡς τὸν ἄνδρα δεῖ
 
ἀνδρὸς ὄζειν εὐθύς, ἀλλʼ οὐν ἐντεθριῶσθαι πρέπει.
 
ἀλλʼ ἄγετε λευκόποδες, οἵπερ επὶ Λείψύδριον ἤλθομεν ὅτʼ ἦμεν ἔτι, 665
 
νῦν δεῖ νῦν ἀνηβῆσαι πάλιν κἀναπτερῶσαι
 
πᾶν τὸ σῶμα κἀποσείσασθαι τὸ γῆρας τόδε. 670
[Choral]
εἰ γὰρ ἐνδώσει τις ἡμῶν ταῖσδε κἂν σμικρὰν λαβήν,
Χορὸς γερόντων
οὐδὲν ἐλλείψουσιν αὗται λιπαροῦς χειρουργίας,
 
ἀλλὰ καὶ ναῦς τεκτανοῦνται, κἀπιχειρήσουσʼ ἔτι
 
ναυμαχεῖν καὶ πλεῖν ἐφʼ ἡμἁς ὥσπε, Ἀρτεμισία. 675
 
ἢν δʼ ἐφʼ ἱππικὴν τράπωνται, διαγράφω τοὺς ἱππέας.
 
ἱππικώτατον γάρ ἐστι χρῆμα κἄποχον γυνή,
 
κοὐκ ἂν ἀπολίσθοι τρέχοντος· τὰς δʼ Ἀμαζόνας σκόπει,
 
ἃς Μίκων ἔγραψʼ ἐφʼ ἵππων μαχομένας τοῖς ἀνδράσιν.
 
ἀλλὰ τούτων χρῆν ἁπασῶν ἐς τετρημένον ξύλον 680
 
ἐγκαθαρμόσαι λαβόντας τουτονὶ τὸν αὐχένα.
[Choral 2]
εἰ νὴ τὼ θεώ με ζωπυρήσεις,
Χορὸς Γυναικῶν
λύσω τὴν ἐμαυτῆς ὗν ἐγὼ δή, καὶ ποιήσω
← Önceki Stasimon 2 · 3 / 4 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi