Thesauros Edebiyat Komedya Λυσιστράτη

Λυσιστράτη

Λυσιστράτη Aristophanes

Stasimon 2

[Choral]
οὐκέτʼ ἔργον ἐγκαθεύδειν ὅστις ἔστʼ ἐλεύθερος,
Χορὸς γερόντων
ἀλλʼ ἐπαποδυώμεθʼ ἄνδρες τουτῳὶ τῷ πράγματι. 615
 
ἤδη γὰρ ὄζειν ταδὶ πλειόνων καὶ μειζόνων
[Choral 1]
πραγμάτων μοι δοκεῖ,
Χορὸς γερόντων
καὶ μάλιστʼ ὀσφραίνομαι τῆς Ἱππίου τυραννίδος·
 
καὶ πάνυ δέδοικα μὴ τῶν Λακώνων τινὲς 620
 
δεῦρο συνεληλυθότες ἄνδρες ἐς Κλεισθένους
 
τὰς θεοῖς ἐχθρὰς γυναῖκας ἐξεπαίρωσιν δόλῳ
 
καταλαβεῖν τὰ χρήμαθʼ ἡμῶν τόν τε μισθόν,
 
ἔνθεν ἔζων ἐγώ. 625
[Choral]
δεινὰ γάρ τοι τάσδε γʼ ἤδη τοὺς πολίτας νουθετεῖν,
Χορὸς γερόντων
καὶ λαλεῖν γυναῖκας οὔσας ἀσπίδος χαλκῆς πέρι,
 
καὶ διαλλάττειν πρὸς ἡμᾶς ἀνδράσιν Λακωνικοῖς,
 
οἷσι πιστὸν οὐδὲν εἰ μή περ λύκῳ κεχηνότι.
 
ἀλλὰ ταῦθʼ ὕφηναν ἡμῖν ἄνδρες ἐπὶ τυραννίδι. 630
 
ἀλλʼ ἐμοῦ μὲν οὐ τυραννεύσουσʼ, ἐπεὶ φυλάξομαι
 
καὶ φορήσω τὸ ξίφος τὸ λοιπὸν ἐν μύρτου κλαδί,
 
ἀγοράσω τʼ ἐν τοῖς ὅπλοις ἑξῆς Ἀριστογείτονι,
 
ὧδέ θʼ ἑστήξω παρʼ αὐτόν· †αὐτὸσ† γάρ μοι γίγνεται
 
τῆς θεοῖς ἐχθρᾶς πατάξαι τῆσδε γραὸς τὴν γνάθον. 635
← Önceki bölüm Stasimon 2 · 1 / 4 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi