Thesauros Edebiyat Komedya Λυσιστράτη

Λυσιστράτη

Λυσιστράτη Aristophanes

Stasimon 1

[Agon]
ἔχε καὶ περίθου περὶ τὴν κεφαλήν,
Λυσιστράτη
κᾆτα σιώπα
Γυνὴ Γ.
καὶ τοῦτον τὸν καλαθίσκον. 535
Λυσιστράτη
κᾆτα ξαίνειν ξυζωσάμενος
 
κυάμους τρώγων·
 
πόλεμος δὲ γυναιξὶ μελήσει.
Χορὸς Γυναικῶν
αἰρώμεθʼ ὦ γυναῖκες ἀπὸ τῶν καλπίδων, ὅπως ἂν
 
ἐν τῷ μέρει χἠμεῖς τι ταῖς φίλαισι συλλάβωμεν. 540
[Agon 1]
ἔγωγε γὰρ ἂν οὔποτε κάμοιμʼ ἂν ὀρχουμένη,
Χορὸς Γυναικῶν
†οὐδὲ τὰ γόνατα κόπος ἕλοι μου καματηρόσ†·
 
ἐθέλω δʼ ἐπὶ πᾶν ἰέναι
 
μετὰ τῶνδʼ ἀρετῆς ἕνεχʼ, αἷς
 
ἔνι φύσις, ἔνι χάρις, ἔνι θράσος, 545
 
ἔνι δὲ σοφόν, ἔνι δὲ φιλόπολις
 
ἀρετὴ φρόνιμος.
[Agon]
ἀλλʼ ὦ τηθῶν ἀνδρειοτάτων καὶ μητριδίων ἀκαληφῶν,
Χορὸς Γυναικῶν
χωρεῖτʼ ὀργῇ καὶ μὴ τέγγεσθʼ· ἔτι γὰρ νῦν οὔρια θεῖτε. 550
Λυσιστράτη
ἀλλʼ ἤνπερ ὅ τε γλυκύθυμος Ἔρως χἠ Κυπρογένειʼ Ἀφροδίτη
 
ἵμερον ἡμῶν κατὰ τῶν κόλπων καὶ τῶν μηρῶν καταπνεύσῃ,
 
κᾆτʼ ἐντήξῃ τέτανον τερπνὸν τοῖς ἀνδράσι καὶ ῥοπαλισμούς,
← Önceki Stasimon 1 · 5 / 9 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi