Thesauros Edebiyat Komedya Λυσιστράτη

Λυσιστράτη

Λυσιστράτη Aristophanes

Prologos

Πρόβουλος
οἳ λέγομεν ἐν τῶν δημιουργῶν τοιαδί·
 
ὦ χρυσοχόε τὸν ορμον ὃν ἐπεσκεύασας,
 
ὀρχουμένης μου τῆς γυναικὸς ἑσπέρας
 
ἡ βάλανος ἐκπέπτωκεν ἐκ τοῦ τρήματος. 410
 
ἐμοὶ μὲν οὖν ἔστʼ ἐς Σαλαμῖνα πλευστέα·
 
σὺ δʼ ἢν σχολάσῃς, πάσῃ τέχνῃ πρὸς ἑσπέραν
 
ἐλθὼν ἐκείνῃ τὴν βάλανον ἐνάρμοσον.
 
ἕτερος δέ τις πρὸς σκυτοτόμον ταδὶ λέγει
 
νεανίαν καὶ πέος ἔχοντʼ οὐ παιδικόν· 415
 
ὦ σκυτοτόμε μου τῆς γυναικὸς τοῦ ποδὸς
 
τὸ δακτυλίδιον ξυμπιέζει τὸ ζυγὸν
 
ἅθʼ ἁπαλὸν ὄν· τοῦτʼ οὖν σὺ τῆς μεσημβρίας
 
ἐλθὼν χάλασον, ὅπως ἂν εὐρυτέρως ἔχῃ.
 
τοιαῦτʼ ἀπήντηκʼ ἐς τοιαυτὶ πράγματα, 420
 
ὅτε γʼ ὢν ἐγὼ πρόβουλος, ἐκπορίσας ὅπως
 
κωπῆς ἔσονται, τἀργυρίου νυνὶ δέον,
 
ὑπὸ τῶν γυναικῶν ἀποκέκλῃμαι ταῖς πύλαις.
 
ἀλλʼ οὐδὲν ἔργον ἑστάναι. φέρε τοὺς μοχλούς,
 
ὅπως ἂν αὐτὰς τῆς ὕβρεως ἐγὼ σχέθω. 425
 
τί κέχηνας ὦ δύστηνε; ποῖ δʼ αὖ σὺ βλέπεις,
← Önceki Prologos · 2 / 5 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi