Thesauros Edebiyat Komedya Ὄρνιθες

Ὄρνιθες

Ὄρνιθες Aristophanes

Stasimon 3

[Episode]
οἴμοι τάλας μάστιγʼ ἔχεις.
Πισθέταιρος
πτερὼ μὲν οὖν,
 
οἷσί σε ποιήσω τήμερον βεμβικιᾶν. 1465
Συκοφάντης
οἴμοι τάλας.
Πισθέταιρος
οὐ πτερυγιεῖς ἐντευθενί;
 
οὐκ ἀπολιβάξεις ὦ κάκιστʼ ἀπολούμενος;
 
πικρὰν τάχʼ ὄψει στρεψοδικοπανουργίαν.
 
ἀπίωμεν ἡμεῖς ξυλλαβόντες τὰ πτερά.
[Lyric-Scene 1]
πολλὰ δὴ καὶ καινὰ καὶ θαυμάστʼ 1470
Χορός
ἐπεπτόμεσθα καὶ
 
δεινὰ πράγματʼ εἴδομεν.
 
ἔστι γὰρ δένδρον πεφυκὸς
 
ἔκτοπόν τι Καρδίας ἀ-
 
πωτέρω Κλεώνυμος, 1475
 
χρήσιμον μὲν οὐδέν, ἄλλως
 
δὲ δειλὸν καὶ μέγα.
 
τοῦτο τοῦ μὲν ἦρος ἀεὶ
 
βλαστάνει καὶ συκοφαντεῖ,
 
τοῦ δὲ χειμῶνος πάλιν τὰς 1480
 
ἀσπίδας φυλλορροεῖ.
← Önceki Stasimon 3 · 8 / 22 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi