Thesauros Edebiyat Komedya Ὄρνιθες

Ὄρνιθες

Ὄρνιθες Aristophanes

Stasimon 3

[Episode]
τρέψαι πρὸς ἔργον νόμιμον. 1450
Συκοφάντης
ἀλλʼ οὐ βούλομαι. 1450
Πισθέταιρος
τί δαὶ ποιήσεις;
Συκοφάντης
τὸ γένος οὐ καταισχυνῶ.
 
παππῷος ὁ βίος συκοφαντεῖν ἐστί μοι.
 
ἀλλὰ πτέρου με ταχέσι καὶ κούφοις πτεροῖς
 
ἱέρακος ἢ κερχνῇδος, ὡς ἂν τοὺς ξένους
 
καλεσάμενος κᾆτʼ ἐγκεκληκὼς ἐνθαδὶ 1455
 
κατʼ αὖ πέτωμαι πάλιν ἐκεῖσε.
Πισθέταιρος
μανθάνω.
 
ὡδὶ λέγεις· ὅπως ἂν ὠφλήκῃ δίκην
 
ἐνθάδε πρὶν ἥκειν ὁ ξένος.
Συκοφάντης
πάνυ μανθάνεις.
Πισθέταιρος
κἄπειθʼ ὁ μὲν πλεῖ δεῦρο, σὺ δʼ ἐκεῖσʼ αὖ πέτει
 
ἁρπασόμενος τὰ χρήματʼ αὐτοῦ. 1460
Συκοφάντης
πάντʼ ἔχεις. 1460
 
βέμβικος οὐδὲν διαφέρειν δεῖ.
Πισθέταιρος
μανθάνω
 
βέμβικα· καὶ μὴν ἔστι μοι νὴ τὸν Δία
 
κάλλιστα Κορκυραῖα τοιαυτὶ πτερά.
← Önceki Stasimon 3 · 7 / 22 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi