Thesauros Edebiyat Komedya Ὄρνιθες

Ὄρνιθες

Ὄρνιθες Aristophanes

Stasimon 3

[Lyric-Scene 1]
ἵνα τὴν Βασίλειαν καὶ τὰ πάντʼ ἐκεῖ λάβῃς.
Πισθέταιρος
ἐς καιρὸν ἆρα κατεκόπησαν οὑτοιὶ
 
ἐς τοὺς γάμους.
Ἡρακλῆς
βούλεσθε δῆτʼ ἐγὼ τέως
 
ὀπτῶ τὰ κρέα ταυτὶ μένων; ὑμεῖς δʼ ἴτε. 1690
Ποσειδῶν
ὀπτᾷς τὰ κρέα; πολλήν γε τενθείαν λέγεις.
 
οὐκ εἶ μεθʼ ἡμῶν;
Ἡρακλῆς
εὖ γε μέντἂν διετέθην.
Πισθέταιρος
ἀλλὰ γαμικὴν χλανίδα δότω τις δεῦρό μοι.
Χορός
ἔστι δʼ ἐν Φαναῖσι πρὸς τῇ
 
Κλεψύδρᾳ πανοῦργον ἐγ- 1695
 
γλωττογαστόρων γένος,
 
οἳ θερίζουσίν τε καὶ σπείρουσι
 
καὶ τρυγῶσι ταῖς γλώτταισι
 
συκάζουσί τε·
 
βάρβαροι δʼ εἰσὶν γένος, 1700
 
Γοργίαι τε καὶ Φίλιπποι.
 
κἀπὸ τῶν ἐγγλωττογαστόρων
 
ἐκείνων τῶν Φιλίππων
 
πανταχοῦ τῆς Ἀττικῆς ἡ
← Önceki Stasimon 3 · 21 / 22 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi