Thesauros Edebiyat Komedya Ὄρνιθες

Ὄρνιθες

Ὄρνιθες Aristophanes

Stasimon 3

[Lyric-Scene 1]
τῶν γὰρ πατρῴων οὐδʼ ἀκαρῆ μέτεστί σοι
Πισθέταιρος
κατὰ τοὺς νόμους· νόθος γὰρ εἶ κοὐ γνήσιος. 1650
Ἡρακλῆς
ἐγὼ νόθος; τί λέγεις;
Πισθέταιρος
σὺ μέντοι νὴ Δία
 
ὤν γε ξένης γυναικός. ἢ πῶς ἄν ποτε
 
ἐπίκληρον εἶναι τὴν Ἀθηναίαν δοκεῖς,
 
οὖσαν θυγατέρʼ, ὄντων ἀδελφῶν γνησίων;
Ἡρακλῆς
τί δʼ ἢν ὁ πατὴρ ἐμοὶ διδῷ τὰ χρήματα 1655
 
νοθεἶ ἀποθνῄσκων;
Πισθέταιρος
ὁ νόμος αὐτὸν οὐκ ἐᾷ.
 
οὗτος ὁ Ποσειδῶν πρῶτος, ὃς ἐπαίρει σε νῦν,
 
ἀνθέξεταί σου τῶν πατρῴων χρημάτων
 
φάσκων ἀδελφὸς αὐτὸς εἶναι γνήσιος.
 
ἐρῶ δὲ δὴ καὶ τὸν Σόλωνός σοι νόμον· 1660
 
νόθῳ δὲ μὴ εἶναι ἀγχιστείαν παίδων ὄντων
 
γνησίων. ἐὰν δὲ παῖδες μὴ ὦσι γνήσιοι, τοῖς 1665
 
ἐγγυτάτω γένους μετεῖναι τῶν χρημάτων.
Ἡρακλῆς
ἐμοὶ δʼ ἄρʼ οὐδὲν τῶν πατρῴων χρημάτων
 
μέτεστιν;
Πισθέταιρος
οὐ μέντοι μὰ Δία. λέξον δέ μοι,
← Önceki Stasimon 3 · 19 / 22 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi