Thesauros Edebiyat Komedya Ὄρνιθες

Ὄρνιθες

Ὄρνιθες Aristophanes

Stasimon 3

[Lyric-Scene 1]
καὶ νὴ Δίʼ ἕτερόν γʼ ἐστὶν οὗ ʼμνήσθην ἐγώ.
Πισθέταιρος
τὴν μὲν γὰρ Ἥραν παραδίδωμι τῷ Διί,
 
τὴν δὲ Βασίλειαν τὴν κόρην γυναῖκʼ ἐμοὶ
 
ἐκδοτέον ἐστίν. 1635
Ποσειδῶν
οὐ διαλλαγῶν ἐρᾷς. 1635
 
ἀπίωμεν οἴκαδʼ αὖθις.
Πισθέταιρος
ὀλίγον μοι μέλει.
 
μάγειρε τὸ κατάχυσμα χρὴ ποιεῖν γλυκύ.
Ἡρακλῆς
ὦ δαιμόνιʼ ἀνθρώπων Πόσειδον ποῖ φέρει;
 
ἡμεῖς περὶ γυναικὸς μιᾶς πολεμήσομεν;
Ποσειδῶν
τί δαὶ ποιῶμεν; 1640
Ἡρακλῆς
ὅ τι; διαλλαττώμεθα. 1640
Ποσειδῶν
τί δʼ ᾠζύρʼ; οὐκ οἶσθʼ ἐξαπατώμενος πάλαι;
 
βλάπτεις δέ τοι σὺ σαυτόν. ἢν γὰρ ἀποθάνῃ
 
ὁ Ζεὺς παραδοὺς τούτοισι τὴν τυραννίδα,
 
πένης ἔσει σύ. σοῦ γὰρ ἅπαντα γίγνεται
 
τὰ χρήμαθʼ, ὅσʼ ἂν ὁ Ζεὺς ἀποθνῄσκων καταλίπῃ. 1645
Πισθέταιρος
οἴμοι τάλας οἷόν σε περισοφίζεται.
 
δεῦρʼ ὡς ἔμʼ ἀποχώρησον, ἵνα τί σοι φράσω.
 
διαβάλλεταί σʼ ὁ θεῖος ὦ πόνηρε σύ.
← Önceki Stasimon 3 · 18 / 22 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi