Thesauros Edebiyat Komedya Ὄρνιθες

Ὄρνιθες

Ὄρνιθες Aristophanes

Stasimon 3

[Lyric-Scene 1]
ὁρᾷς; ἐπαινεῖ χοὖτος. ἕτερόν νυν ἔτι
Πισθέταιρος
ἀκούσαθʼ ὅσον ὑμᾶς ἀγαθὸν ποιήσομεν.
 
ἐάν τις ἀνθρώπων ἱερεῖόν τῳ θεῶν
 
εὐξάμενος εἶτα διασοφίζηται λέγων,
 
μενετοὶ θεοί, καὶ μἀποδιδῷ μισητίᾳ, 1620
 
ἀναπράξομεν καὶ ταῦτα.
Ποσειδῶν
φέρʼ ἴδω τῷ τρόπῳ;
Πισθέταιρος
ὅταν διαριθμῶν ἀργυρίδιον τύχῃ
 
ἅνθρωπος οὗτος, ἢ καθῆται λούμενος,
 
καταπτόμενος ἰκτῖνος ἁρπάσας λάθρᾳ
 
προβάτοιν δυοῖν τιμὴν ἀνοίσει τῷ θεῷ. 1625
Ἡρακλῆς
τὸ σκῆπτρον ἀποδοῦναι πάλιν ψηφίζομαι
 
τούτοις ἐγώ.
Ποσειδῶν
καὶ τὸν Τριβαλλόν νυν ἐροῦ.
Ἡρακλῆς
ὁ Τριβαλλός, οἰμώζειν δοκεῖ σοι;
Τριβαλλός
σαυνάκα
 
βακταρικροῦσα.
Ἡρακλῆς
φησί μʼ εὖ λέγειν πάνυ.
Ποσειδῶν
εἴ τοι δοκεῖ σφῷν ταῦτα, κἀμοὶ συνδοκεῖ. 1630
Ἡρακλῆς
οὗτος, δοκεῖ δρᾶν ταῦτα τοῦ σκήπτρου πέρι.
← Önceki Stasimon 3 · 17 / 22 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi