Thesauros Edebiyat Komedya Ὄρνιθες

Ὄρνιθες

Ὄρνιθες Aristophanes

Stasimon 3

[Lyric-Scene 1]
ἐάν τι δίκαιον ἀλλὰ νῦν ἐθέλητε δρᾶν,
Πισθέταιρος
σπονδὰς ποιεῖσθαι. τὰ δὲ δίκαιʼ ἐστὶν ταδί,
 
τὸ σκῆπτρον ἡμῖν τοῖσιν ὄρνισιν πάλιν 1600
 
τὸν Δίʼ ἀποδοῦναι· κἂν διαλλαττώμεθα
 
ἐπὶ τοῖσδε, τοὺς πρέσβεις ἐπʼ ἄριστον καλῶ.
Ἡρακλῆς
ἐμοὶ μὲν ἀπόχρη ταῦτα καὶ ψηφίζομαι.
Ποσειδῶν
τί ὦ κακόδαιμον; ἠλίθιος καὶ γάστρις εἶ.
 
ἀποστερεῖς τὸν πατέρα τῆς τυραννίδος; 1605
Πισθέταιρος
ἄληθες; οὐ γὰρ μεῖζον ὑμεῖς οἱ θεοὶ
 
ἰσχύσετʼ, ἢν ὄρνιθες ἄρξωσιν κάτω;
 
νῦν μέν γʼ ὑπὸ ταῖς νεφέλαισιν ἐγκεκρυμμένοι
 
κύψαντες ἐπιορκοῦσιν ὑμᾶς οἱ βροτοί·
 
ἐὰν δὲ τοὺς ὄρνις ἔχητε συμμάχους, 1610
 
ὅταν ὀμνύῃ τις τὸν κόρακα καὶ τὸν Δία,
 
ὁ κόραξ παρελθὼν τοὐπιορκοῦντος λάθρᾳ
 
προσπτόμενος ἐκκόψει τὸν ὀφθαλμὸν θενών.
Ποσειδῶν
νὴ τὸν Ποσειδῶ ταῦτά γέ τοι καλῶς λέγεις.
Ἡρακλῆς
κἀμοὶ δοκεῖ. 1615
Πισθέταιρος
τί δαὶ σὺ φῄς; 1615
Τριβαλλός
ναβαισατρεῦ. 1615
← Önceki Stasimon 3 · 16 / 22 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi