Thesauros Edebiyat Komedya Ὄρνιθες

Ὄρνιθες

Ὄρνιθες Aristophanes

Stasimon 3

[Lyric-Scene 1]
ἄκουε δή νυν.
Πισθέταιρος
ὡς ἀκούοντος λέγε.
Προμηθεύς
ἀπόλωλεν ὁ Ζεύς.
Πισθέταιρος
πηνίκʼ ἄττʼ ἀπώλετο;
Προμηθεύς
ἐξ οὗπερ ὑμεῖς ᾠκίσατε τὸν ἀέρα. 1515
 
θύει γὰρ οὐδεὶς οὐδὲν ἀνθρώπων ἔτι
 
θεοῖσιν, οὐδὲ κνῖσα μηρίων ἄπο
 
ἀνῆλθεν ὡς ἡμᾶς ἀπʼ ἐκείνου τοῦ χρόνου,
 
ἀλλʼ ὡσπερεὶ Θεσμοφορίοις νηστεύομεν
 
ἄνευ θυηλῶν· οἱ δὲ βάρβαροι θεοὶ 1520
 
πεινῶντες ὥσπερ Ἰλλυριοὶ κεκριγότες
 
ἐπιστρατεύσειν φάσʼ ἄνωθεν τῷ Διί,
 
εἰ μὴ παρέξει τἀμπόριʼ ἀνεῳγμένα,
 
ἵνʼ εἰσάγοιτο σπλάγχνα κατατετμημένα.
Πισθέταιρος
εἰσὶν γὰρ ἕτεροι βάρβαροι θεοί τινες 1525
 
ἄνωθεν ὑμῶν;
Προμηθεύς
οὐ γάρ εἰσι βάρβαροι,
 
ὅθεν ὁ πατρῷός ἐστιν Ἐξηκεστίδῃ;
Πισθέταιρος
ὄνομα δὲ τούτοις τοῖς θεοῖς τοῖς βαρβάροις
 
τί ἔστιν;
← Önceki Stasimon 3 · 11 / 22 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi