Thesauros Edebiyat Komedya Ὄρνιθες

Ὄρνιθες

Ὄρνιθες Aristophanes

Stasimon 2

[Lyric-Scene 1]
διαρραγείης ὦ μέλʼ αὐτοῖς ῥήμασιν.
Πισθέταιρος
οὐκ ἀποσοβήσεις; οὐ ταχέως; εὐρὰξ πατάξ.
Ἶρις
ἦ μήν σε παύσει τῆς ὕβρεως οὑμὸς πατήρ.
Πισθέταιρος
οἴμοι τάλας. οὔκουν ἑτέρωσε πετομένη 1260
 
καταιθαλώσεις τῶν νεωτέρων τινά;
Χορός
ἀποκεκλῄκαμεν διογενεῖς θεοὺς
 
μηκέτι τὴν ἐμὴν διαπερᾶν πόλιν,
 
μηδέ γέ τινʼ ἱερόθυτον ἀνὰ δάπεδον ἔτι 1265
 
τῇδε βροτῶν θεοῖσι πέμπειν καπνόν.
Πισθέταιρος
δεινόν γε τὸν κήρυκα τὸν παρὰ τοὺς βροτοὺς
 
οἰχόμενον, εἰ μηδέποτε νοστήσει πάλιν. 1270
Κῆρυξ
ὦ Πισθέταιρʼ ὦ μακάριʼ ὦ σοφώτατε,
 
ὦ κλεινότατʼ ὦ σοφώτατʼ ὦ γλαφυρώτατε,
 
ὦ τρισμακάριʼ ὦ κατακέλευσον.
Πισθέταιρος
τί σὺ λέγεις;
Κῆρυξ
στεφάνῳ σε χρυσῷ τῷδε σοφίας οὕνεκα
 
στεφανοῦσι καὶ τιμῶσιν οἱ πάντες λεῴ. 1275
Πισθέταιρος
δέχομαι. τί δʼ οὕτως οἱ λεῲ τιμῶσί με;
Κῆρυξ
ὦ κλεινοτάτην αἰθέριον οἰκίσας πόλιν,
 
οὐκ οἷσθʼ ὅσην τιμὴν παρʼ ἀνθρώποις φέρει,
← Önceki Stasimon 2 · 33 / 36 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi