Thesauros Edebiyat Komedya Ὄρνιθες

Ὄρνιθες

Ὄρνιθες Aristophanes

Stasimon 2

Πισθέταιρος
τίνες ᾠκοδόμησαν αὐτὸ τηλικουτονί;
Ἄγγελος Α
ὄρνιθες, οὐδεὶς ἄλλος, οὐκ Αἰγύπτιος
 
πλινθοφόρος, οὐ λιθουργός, οὐ τέκτων παρῆν,
 
ἀλλʼ αὐτόχειρες, ὥστε θαυμάζειν ἐμέ. 1135
 
ἐκ μέν γε Λιβύης ἧκον ὡς τρισμύριαι
 
γέρανοι θεμελίους καταπεπωκυῖαι λίθους.
 
τούτους δʼ ἐτύκιζον αἱ κρέκες τοῖς ῥύγχεσιν.
 
ἕτεροι δʼ ἐπλινθοφόρουν πελαργοὶ μύριοι·
 
ὕδωρ δʼ ἐφόρουν κάτωθεν ἐς τὸν ἀέρα 1140
 
οἱ χαραδριοὶ καὶ τἄλλα ποτόμιʼ ὄρνεα.
Πισθέταιρος
ἐπηλοφόρουν δʼ αὐτοῖσι τίνες;
Ἄγγελος Α
ἐρωδιοὶ
 
λεκάναισι.
Πισθέταιρος
τὸν δὲ πηλὸν ἐνεβάλλοντο πῶς;
Ἄγγελος Α
τοῦτʼ ὦγάθʼ ἐξηύρητο καὶ σοφώτατα·
 
οἱ χῆνες ὑποτύπτοντες ὥσπερ ταῖς ἄμαις 1145
 
ἐς τὰς λεκάνας ἐνέβαλλον αὐτοῖς τοῖν ποδοῖν.
Πισθέταιρος
τί δῆτα πόδες ἂν οὐκ ἂν ἐργασαίατο;
Ἄγγελος Α
καὶ νὴ Δίʼ αἱ νῆτταί γε περιεζωσμέναι
 
ἐπλινθοφόρουν· ἄνω δὲ τὸν ὑπαγωγέα
← Önceki Stasimon 2 · 26 / 36 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi