Thesauros Edebiyat Komedya Ὄρνιθες

Ὄρνιθες

Ὄρνιθες Aristophanes

Stasimon 2

[Lyric-Scene]
μέμνησʼ ὅτε τῆς στήλης κατετίλας ἑσπέρας;
Πισθέταιρος
αἰβοῖ· λαβέτω τις αὐτόν. οὗτος οὐ μενεῖς; 1055
 
ἀπίωμεν ἡμεῖς ὡς τάχιστʼ ἐντευθενὶ
 
θύσοντες εἴσω τοῖς θεοῖσι τὸν τράγον.
[Parabasis 1]
ἤδη ʼμοὶ τῷ παντόπτᾳ
Χορός
καὶ παντάρχᾳ θνητοὶ πάντες
 
θύσουσʼ εὐκταίαις εὐχαῖς. 1060
 
πᾶσαν μὲν γὰρ γᾶν ὀπτεύω,
 
σῴζω δʼ εὐθαλεῖς καρποὺς
 
κτείνων παμφύλων γένναν
 
θηρῶν, ἂ πάντʼ ἐν γαίᾳ
 
ἐκ κάλυκος αὐξανόμενον γένυσι παμφάγοις 1065
 
δένδρεσί τʼ ἐφημένα καρπὸν ἀποβόσκεται·
 
κτείνω δʼ οἳ κήπους εὐώδεις
 
φθείρουσιν λύμαις ἐχθίσταις,
 
ἑρπετά τε καὶ δάκετα πάνθʼ ὅσαπερ
 
ἔστιν ὑπʼ ἐμᾶς πτέρυγος ἐν φοναῖς ὄλλυται. 1070
[Parabasis]
τῇδε μέντοι θἠμέρᾳ μάλιστʼ ἐπαναγορεύεται,
Χορός
ἢν ἀποκτείνῃ τις ὑμῶν Διαγόραν τὸν Μήλιον,
 
λαμβάνειν τάλαντον, ἤν τε τῶν τυράννων τίς τινα
← Önceki Stasimon 2 · 22 / 36 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi