Thesauros Edebiyat Komedya Ὄρνιθες

Ὄρνιθες

Ὄρνιθες Aristophanes

Stasimon 2

[Lyric-Scene]
καὶ τοὔνομʼ ὥσπερ παιδίῳ νῦν δὴ ʼθέμην;
Ποιητής
ἀλλά τις ὠκεῖα Μουσάων φάτις
 
οἷάπερ ἵππων ἀμαρυγά. 925
 
σὺ δὲ πάτερ κτίστορ Αἴτνας,
 
ζαθέων ἱερῶν ὁμώνυμε,
 
δὸς ἐμὶν ὅ τι περ
 
τεᾷ κεφαλᾷ θέλῃς
 
πρόφρων δόμεν ἐμὶν τείν. 930
Πισθέταιρος
τουτὶ παρέξει τὸ κακὸν ἡμῖν πράγματα,
 
εἰ μή τι τούτῳ δόντες ἀποφευξούμεθα.
 
οὗτος, σὺ μέντοι σπολάδα καὶ χιτῶνʼ ἔχεις,
 
ἀπόδυθι καὶ δὸς τῷ ποιητῇ τῷ σοφῷ.
 
ἔχε τὴν σπολάδα· πάντως δέ μοι ῥιγῶν δοκεῖς. 935
Ποιητής
τόδε μὲν οὐκ ἀέκουσα φίλα
 
Μοῦσα δῶρον δέχεται·
 
τὺ δὲ τεᾷ φρενὶ μάθε Πινδάρειον ἔπος —
Πισθέταιρος
ἅνθρωπος ἡμῶν οὐκ ἀπαλλαχθήσεται. 940
Ποιητής
νομάδεσσι γὰρ ἐν Σκύθαις
 
ἀλᾶται Στράτων,
 
ὃς ὑφαντοδόνατον ἔσθος οὐ πέπαται·
← Önceki Stasimon 2 · 14 / 36 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi