Thesauros Edebiyat Komedya Ὄρνιθες

Ὄρνιθες

Ὄρνιθες Aristophanes

Stasimon 1

[Agon]
πάντων ὁπόσʼ ἔστιν, ἐμοῦ πρῶτον, τουδί, καὶ τοῦ Διὸς αὐτοῦ,
Πισθέταιρος
ἀρχαιότεροι πρότεροί τε Κρόνου καὶ Τιτάνων ἐγένεσθε,
 
καὶ γῆς. 470
Χορός
καὶ γῆς; 470
Πισθέταιρος
νὴ τὸν Ἀπόλλω. 470
Χορός
τουτὶ μὰ Δίʼ οὐκ ἐπεπύσμην. 470
Πισθέταιρος
ἀμαθὴς γὰρ ἔφυς κοὐ πολυπράγμων, οὐδʼ Αἴσωπον πεπάτηκας,
 
ὃς ἔφασκε λέγων κορυδὸν πάντων πρώτην ὄρνιθα γενέσθαι,
 
προτέραν τῆς γῆς, κἄπειτα νόσῳ τὸν πατέρʼ αὐτῆς ἀποθνῄσκειν·
 
γῆν δʼ οὐκ εἶναι, τὸν δὲ προκεῖσθαι πεμπταῖον· τὴν δʼ ἀποροῦσαν
 
ὑπʼ ἀμηχανίας τὸν πατέρʼ αὑτῆς ἐν τῇ κεφαλῇ κατορύξαι. 475
Ἐυελπίδης
ὁ πατὴρ ἄρα τῆς κορυδοῦ νυνὶ κεῖται τεθνεὼς Κεφαλῆσιν.
Πισθέταιρος
οὔκουν δῆτʼ εἰ πρότεροι μὲν γῆς πρότεροι δὲ θεῶν ἐγένοντο,
 
ὡς πρεσβυτάτων αὐτῶν ὄντῶν ὀρθῶς ἐσθʼ ἡ βασιλεία;
Ἐυελπίδης
νὴ τὸν Ἀπόλλω· πάνυ τοίνυν χρὴ ῥύγχος βόσκειν σε τὸ λοιπόν·
 
οὐκ ἀποδώσει ταχέως ὁ Ζεὺς τὸ σκῆπτρον τῷ δρυκολάπτῃ. 480
Πισθέταιρος
ὡς δʼ οὐχὶ θεοὶ τοίνυν ἦρχον τῶν ἀνθρώπων τὸ παλαιόν,
 
ἀλλʼ ὄρνιθες, κἀβασίλευον, πόλλʼ ἐστὶ τεκμήρια τούτων.
 
αὐτίκα δʼ ὑμῖν πρῶτʼ ἐπιδείξω τὸν ἀλεκτρυόνʼ, ὡς ἐτυράννει
 
ἦρχέ τε Περσῶν πρῶτον πάντων Δαρείου καὶ Μεγαβάζου,
← Önceki Stasimon 1 · 2 / 11 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi