Thesauros Edebiyat Komedya Ὄρνιθες

Ὄρνιθες

Ὄρνιθες Aristophanes

Stasimon 1

[Agon]
οἰκήσουσιν. τοῖς δʼ αὖ σεμνοῖς
Πισθέταιρος
τῶν ὀρνίθων δένδρον ἐλάας
 
ὁ νεὼς ἔσται· κοὐκ ἐς Δελφοὺς
 
οὐδʼ εἰς Ἄμμωνʼ ἐλθόντες ἐκεῖ
 
θύσομεν, ἀλλʼ ἐν ταῖσιν κομάροις 620
 
καὶ τοῖς κοτίνοις στάντες ἔχοντες
 
κριθὰς πυροὺς εὐξόμεθʼ αὐτοῖς
 
ἀνατείνοντες τὼ χεῖρʼ ἀγαθῶν
 
διδόναι τι μέρος· καὶ ταῦθʼ ἡμῖν
 
παραχρῆμʼ ἔσται 625
 
πυροὺς ὀλίγους προβαλοῦσιν.
[Lyric-Scene]
ὦ φίλτατʼ ἐμοὶ πολὺ πρεσβυτῶν ἐξ ἐχθίστου μεταπίπτων,
Χορός
οὐκ ἔστιν ὅπως ἂν ἐγώ ποθʼ ἑκὼν τῆς σῆς γνώμης ἔτʼ ἀφείμην.
 
ἐπαυχήσας δὲ τοῖσι σοῖς λόγοις
 
ἐπηπείλησα καὶ κατώμοσα, 630
 
ἢν σὺ παρʼ ἐμὲ θέμενος
 
ὁμόφρονας λόγους δικαίους
 
ἀδόλους ὁσίους
 
ἐπὶ θεοὺς ἴῃς, ἐμοὶ
 
φρονῶν ξυνῳδά, μὴ πολὺν χρόνον 635
← Önceki Stasimon 1 · 10 / 11 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi