Thesauros Edebiyat Komedya Σφῆκες

Σφῆκες

Σφῆκες Aristophanes

Stasimon 4

[Episode]
ἄκουσόν νυν ἐμοῦ.
Φιλοκλέων
Ὀλυμπίασιν, ἡνίκʼ ἐθεώρουν ἐγώ,
 
Ἐφουδίων ἐμαχέσατʼ Ἀσκώνδᾳ καλῶς
 
ἤδη γέρων ὤν· εἶτα τῇ πυγμῇ θενὼν
 
ὁ πρεσβύτερος κατέβαλε τὸν νεώτερον. 1385
 
πρὸς ταῦτα τηροῦ μὴ λάβῃς ὑπώπια.
Βδελυκλέων
νὴ τὸν Δίʼ ἐξέμαθές γε τὴν Ὀλυμπίαν.
Αρτόπωλις
ἴθι μοι παράστηθʼ, ἀντιβολῶ πρὸς τῶν θεῶν.
 
ὁδὶ γὰρ ἁνήρ ἐστιν ὅς μʼ ἀπώλεσεν
 
τῇ δᾳδὶ παίων, κἀξέβαλεν ἐντευθενὶ 1390
 
ἄρτους δέκʼ ὀβολῶν κἀπιθήκην τέτταρας.
Βδελυκλέων
ὁρᾷς ἃ δέδρακας; πράγματʼ αὖ δεῖ καὶ δίκας
 
ἔχειν διὰ τὸν σὸν οἶνον.
Φιλοκλέων
οὐδαμῶς γʼ, ἐπεὶ
 
λόγοι διαλλάξουσιν αὐτὰ δεξιοί·
 
ὥστʼ οἶδʼ ὁτιὴ ταύτῃ διαλλαχθήσομαι. 1395
Αρτόπωλις
οὔτοι μὰ τὼ θεὼ καταπροίξει Μυρτίας
 
τῆς Ἀγκυλίωνος θυγατέρος καὶ Σωστράτης,
 
οὕτω διαφθείρας ἐμοῦ τὰ φορτία.
Φιλοκλέων
ἄκουσον ὦ γύναι· λόγον σοι βούλομαι
← Önceki Stasimon 4 · 4 / 9 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi