Epeisodion 3
Ξανθίας
ἰὼ χελῶναι μακάριαι τοῦ δέρματος,
καὶ τρὶς μακάριαι τοῦ ʼπὶ ταῖς πλευραῖς τέγους.
ὡς εὖ κατηρέψασθε καὶ νουβυστικῶς
κεράμῳ τὸ νῶτον ὥστε τὰς πληγὰς στέγειν.
1295
ἐγὼ δʼ ἀπόλωλα στιζόμενος βακτηρίᾳ.
Χορός
τί δʼ ἔστιν ὦ παῖ; παῖδα γάρ, κἂν ᾖ γέρων,
καλεῖν δίκαιον ὅστις ἂν πληγὰς λάβῃ.
Ξανθίας
οὐ γὰρ ὁ γέρων ἀτηρότατον ἄρʼ ἦν κακὸν
καὶ τῶν ξυνόντων πολὺ παροινικώτατος;
1300
καίτοι παρῆν Ἵππυλλος Ἀντιφῶν Λύκων
Λυσίστρατος Θούφραστος οἱ περὶ Φρύνιχον.
τούτων ἁπάντων ἦν ὑβριστότατος μακρῷ.
εὐθὺς γὰρ ὡς ἐνέπλητο πολλῶν κἀγαθῶν,
ἐνήλατʼ ἐσκίρτα ʼπεπόρδει κατεγέλα
1305
ὥσπερ καχρύων ὀνίδιον εὐωχημένον
κἄτυπτεν ἐμὲ νεανικῶς παῖ παῖ καλῶν.
εἶτʼ αὐτὸν ὡς εἶδʼ ᾔκασεν Λυσίστρατος·
ἔοικας ὦ πρεσβῦτα νεοπλούτῳ τρυγὶ
κλητῆρί τʼ εἰς ἀχυρμὸν ἀποδεδρακότι.
1310
ὁ δʼ ἀνακραγὼν ἀντῄκασʼ αὐτὸν πάρνοπι