Thesauros Edebiyat Komedya Σφῆκες

Σφῆκες

Σφῆκες Aristophanes

Stasimon 3

[Episode]
χρήματα καὶ βίαν 1245
Βδελυκλέων
Κλειταγόρᾳ τε κἀμοὶ
 
μετὰ Θετταλῶν—
Φιλοκλέων
πολλὰ δὴ διεκόμπασας σὺ κἀγώ.
Βδελυκλέων
τουτὶ μὲν ἐπιεικῶς σύ γʼ ἐξεπίστασαι·
 
ὅπως δʼ ἐπὶ δεῖπνον ἐς Φιλοκτήμονος ἴμεν. 1250
 
παῖ παῖ, τὸ δεῖπνον Χρυσὲ συσκεύαζε νῷν,
 
ἵνα καὶ μεθυσθῶμεν διὰ χρόνου.
Φιλοκλέων
μηδαμῶς.
 
κακὸν τὸ πίνειν· ἀπὸ γὰρ οἴνου γίγνεται
 
καὶ θυροκοπῆσαι καὶ πατάξαι καὶ βαλεῖν,
 
κἄπειτʼ ἀποτίνειν ἀργύριον ἐκ κραιπάλης. 1255
Βδελυκλέων
οὔκ, ἢν ξυνῇς γʼ ἀνδράσι καλοῖς τε κἀγαθοῖς.
 
ἢ γὰρ παρῃτήσαντο τὸν πεπονθότα,
 
ἢ λόγον ἔλεξας αὐτὸς ἀστεῖόν τινα,
 
Αἰσωπικὸν γέλοιον ἢ Συβαριτικόν,
 
ὧν ἔμαθες ἐν τῷ συμποσίῳ· κᾆτʼ ἐς γέλων 1260
 
τὸ πρᾶγμʼ ἔτρεψας, ὥστʼ ἀφείς σʼ ἀποιχεται.
Φιλοκλέων
μαθητέον τἄρʼ ἐστὶ πολλοὺς τῶν λόγων,
 
εἴπερ ἀποτείσω μηδέν, ἤν τι δρῶ κακόν.
← Önceki bölüm Stasimon 3 · 1 / 3 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi