Thesauros Edebiyat Komedya Σφῆκες

Σφῆκες

Σφῆκες Aristophanes

Stasimon 2

[Parabasis]
πόλεις Μήδων ἑλόντες
Χορός
αἰτιώτατοι φέρεσθαι
 
τὸν φόρον δεῦρʼ ἐσμέν, ὃν κλέπτουσιν 1100
 
οἱ νεώτεροι.
 
πολλαχοῦ σκοποῦντες ἡμᾶς εἰς ἅπανθʼ εὑρήσετε
 
τοὺς τρόπους καὶ τὴν δίαιταν σφηξὶν ἐμφερεστάτους.
 
πρῶτα μὲν γὰρ οὐδὲν ἡμῶν ζῷον ἠρεθισμένον
 
μᾶλλον ὀξύθυμόν ἐστιν οὐδὲ δυσκολώτερον· 1105
 
εἶτα τἄλλʼ ὅμοια πάντα σφηξὶ μηχανώμεθα.
 
ξυλλεγέντες γὰρ καθʼ ἑσμούς, ὡσπερεὶ τἀνθρήνια,
 
οἱ μὲν ἡμῶν οὗπερ ἅρχων, οἱ δὲ παρὰ τοὺς ἕνδεκα,
 
οἱ δʼ ἐν ᾠδείῳ δικάζουσʼ, οἱ δὲ πρὸς τοῖς τειχίοις
 
ξυμβεβυσμένοι πυκνόν, νεύοντες ἐς τὴν γῆν, μόλις 1110
 
ὥσπερ οἱ σκώληκες ἐν τοῖς κυττάροις κινούμενοι.
 
ἔς τε τὴν ἄλλην δίαιτάν ἐσμεν εὐπορώτατοι.
 
πάντα γὰρ κεντοῦμεν ἄνδρα κἀκπορίζομεν βίον.
 
ἀλλὰ γὰρ κηφῆνες ἡμῖν εἰσιν ἐγκαθήμενοι
 
οὐκ ἔχοντες κέντρον, οἳ μένοντες ἡμῶν τοῦ φόρου 1115
 
τὸν πόνον κατεσθίουσιν, οὐ ταλαιπωρούμενοι.
 
τοῦτο δʼ ἔστʼ ἄλγιστον ἡμῖν, ἤν τις ἀστράτευτος ὢν
← Önceki Stasimon 2 · 3 / 4 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi