Thesauros Edebiyat Komedya Σφῆκες

Σφῆκες

Σφῆκες Aristophanes

Epeisodion 1

Σωσίας
ἐκ τῶν πόλεων τὸ σκῖρον ἐξεδήδοκεν. 925
Φιλοκλέων
ἐμοὶ δέ γʼ οὐκ ἔστʼ οὐδὲ τὴν ὑδρίαν πλάσαι.
Σωσίας
πρὸς ταῦτα τοῦτον κολάσατʼ· οὐ γὰρ ἄν ποτε
 
τρέφειν δύναιτʼ ἂν μία λόχμη κλέπτα δύο·
 
ἵνα μὴ κεκλάγγω διὰ κενῆς ἄλλως ἐγώ·
 
ἐὰν δὲ μή, τὸ λοιπὸν οὐ κεκλάγξομαι. 930
Φιλοκλέων
ἰοὺ ἰού.
 
ὅσας κατηγόρησε τὰς πανουργίας.
 
κλέπτον τὸ χρῆμα τἀνδρός· οὐ καὶ σοὶ δοκεῖ
 
ὦλεκτρυόν; νὴ τὸν Δίʼ ἐπιμύει γέ τοι.
 
ὁ θεσμοθέτης· ποῦ ʼσθʼ οὗτος; ἀμίδα μοι δότω. 935
Βδελυκλέων
αὐτὸς καθελοῦ· τοὺς μάρτυρας γὰρ ἐσκαλῶ.
 
Λάβητι μάρτυρας παρεῖναι τρύβλιον
 
δοίδυκα τυρόκνηστιν ἐσχάραν χύτραν,
 
καὶ τἄλλα, τὰ σκεύη τὰ προσκεκαυμένα.
 
ἀλλʼ ἔτι σύ γʼ οὐρεῖς καὶ καθίζεις οὐδέπω; 940
Φιλοκλέων
τοῦτον δέ γʼ οἶμʼ ἐγὼ χεσεῖσθαι τήμερον.
Βδελυκλέων
οὐκ αὖ σὺ παύσει χαλεπὸς ὢν καὶ δύσκολος,
 
καὶ ταῦτα τοῖς φεύγουσιν, ἀλλʼ ὀδὰξ ἔχει;
 
ἀνάβαινʼ, ἀπολογοῦ. τί σεσιώπηκας; λέγε.
← Önceki Epeisodion 1 · 3 / 10 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi