Thesauros Edebiyat Komedya Σφῆκες

Σφῆκες

Σφῆκες Aristophanes

Stasimon 1

[Lyric-Scene]
καὶ μὴν ἡμεῖς ἐπὶ ταῖς σπονδαῖς
Χορός
καὶ ταῖς εὐχαῖς
 
φήμην ἀγαθὴν λέξομεν ὑμῖν, 865
 
ὅτι γενναίως ἐκ τοῦ πολέμου
 
καὶ τοῦ νείκους ξυνεβήτην.
Βδελυκλέων
εὐφημία μὲν πρῶτα νῦν ὑπαρχέτω.
Χορός
ὦ Φοῖβʼ Ἄπολλον Πύθιʼ ἐπʼ ἀγαθῇ τύχῃ
 
τὸ πρᾶγμʼ ὃ μηχανᾶται 870
 
ἔμπροσθεν οὗτος τῶν θυρῶν,
 
ἅπασιν ἡμῖν ἁρμόσαι
 
παυσαμένοις πλάνων.
 
ἰήιε Παιάν.
Βδελυκλέων
ὦ δέσποτʼ ἄναξ γεῖτον ἀγυιεῦ προθύρου προπύλαιε, 875
 
δέξαι τελετὴν καινὴν ὦναξ, ἣν τῷ πατρὶ καινοτομοῦμεν,
 
παῦσόν τʼ αὐτοῦ τοῦτο τὸ λίαν στρυφνὸν καὶ πρίνινον ἦθος,
 
ἀντὶ σιραίου μέλιτος μικρὸν τῷ θυμιδίῳ παραμείξας·
 
ἤδη δʼ εἶναι τοῖς ἀνθρώποις
 
ἤπιον αὐτόν,
 
τοὺς φεύγοντάς τʼ ἐλεεῖν μᾶλλον 880
 
τῶν γραψαμένων
← Önceki bölüm Stasimon 1 · 1 / 2 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi