Thesauros Edebiyat Komedya Σφῆκες

Σφῆκες

Σφῆκες Aristophanes

Prologos

Φιλοκλέων
ἄνευ δρυφάκτου τὴν δίκην μέλλεις καλεῖν, 830
 
ὃ πρῶτον ἡμῖν τῶν ἱερῶν ἐφαίνετο;
Βδελυκλέων
μὰ τὸν Δίʼ οὐ πάρεστιν.
Φιλοκλέων
ἀλλʼ ἐγὼ δραμὼν
 
αὐτὸς κομιοῦμαι τό γε παραυτίκʼ ἔνδοθεν.
Βδελυκλέων
τί ποτε τὸ χρῆμʼ; ὡς δεινὸν ἡ φιλοχωρία.
Σωσίας
βάλλʼ ἐς κόρακας. τοιουτονὶ τρέφειν κύνα. 835
Βδελυκλέων
τί δʼ ἔστιν ἐτεόν;
Σωσίας
οὐ γὰρ ὁ Λάβης ἀρτίως
 
ὁ κύων παρᾴξας ἐς τὸν ἰπνὸν ὑφαρπάσας
 
τροφαλίδα τυροῦ Σικελικὴν κατεδήδοκεν;
Βδελυκλέων
τοῦτʼ ἆρα πρῶτον τἀδίκημα τῷ πατρὶ
 
εἰσακτέον μοι· σὺ δὲ κατηγόρει παρών. 840
Σωσίας
μὰ Δίʼ οὐκ ἔγωγʼ· ἀλλʼ ἅτερός φησιν κύων
 
κατηγορήσειν, ἤν τις εἰσάγῃ γραφήν.
Βδελυκλέων
ἴθι νυν ἄγʼ αὐτὼ δεῦρο.
Σωσίας
ταῦτα χρὴ ποιεῖν.
Βδελυκλέων
τουτὶ τί ἔστι;
Φιλοκλέων
χοιροκομεῖον Ἑστίας.
Βδελυκλέων
εἶθʼ ἱεροσυλήσας φέρεις; 845
← Önceki Prologos · 5 / 7 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi