Thesauros Edebiyat Komedya Σφῆκες

Σφῆκες

Σφῆκες Aristophanes

Parodos

[Agon]
ὅταν εἰσελθὸν μειράκιόν σοι κατάπυγον, Χαιρέου υἱός,
Βδελυκλέων
ὡδὶ διαβὰς διακινηθεὶς τῷ σώματι καὶ τρυφερανθείς,
 
ἥκειν εἴπῃ πρῲ κἀν ὥρᾳ δικάσονθʼ, ὡς ὅστις ἂν ὑμῶν
 
ὕστερος ἔλθῃ τοῦ σημείου, τὸ τριώβολον οὐ κομιεῖται· 690
 
αὐτὸς δὲ φέρει τὸ συνηγορικὸν δραχμήν, κἂν ὕστερος ἔλθῃ·
 
καὶ κοινωνῶν τῶν ἀρχόντων ἑτέρῳ τινὶ τῶν μεθʼ ἑαυτοῦ,
 
ἤν τίς τι διδῷ τῶν φευγόντων, ξυνθέντε τὸ πρᾶγμα δύʼ ὄντε
 
ἐσπουδάκατον, κᾆθʼ ὡς πρίονθʼ ὁ μὲν ἕλκει ὁ δʼ ἀντενέδωκε·
 
σὺ δὲ χασκάζεις τὸν κωλακρέτην, τὸ δὲ πραττόμενόν σε λέληθεν. 695
Φιλοκλέων
ταυτί με ποιοῦσʼ; οἴμοι τί λέγεις; ὥς μου τὸν θῖνα ταράττεις,
 
καὶ τὸν νοῦν μου προσάγεις μᾶλλον, κοὐκ οἶδʼ ὅ τι χρῆμά με ποιεῖς.
Βδελυκλέων
σκέψαι τοίνυν ὡς ἐξόν σοι πλουτεῖν καὶ τοῖσιν ἅπασιν
 
ὑπὸ τῶν ἀεὶ δημιζόντων οὐκ οἶδʼ ὅπῃ ἐγκεκύκλησαι,
 
ὅστις πόλεων ἄρχων πλείστων ἀπὸ τοῦ Πόντου μέχρι Σαρδοῦς 700
 
οὐκ ἀπολαύεις πλὴν τοῦθʼ ὃ φέρεις ἀκαρῆ· καὶ τοῦτʼ ἐρίῳ σοι
 
ἐνστάζουσιν κατὰ μικρὸν ἀεὶ τοῦ ζῆν ἕνεχʼ ὥσπερ ἔλαιον.
 
βούλονται γάρ σε πένητʼ εἶναι· καὶ τοῦθʼ ὧν οὕνεκʼ ἐρῶ σοι,
 
ἵνα γιγνώσκῃς τὸν τιθασευτήν, κᾆθʼ ὅταν οὗτός γʼ ἐπισίξῃ
 
ἐπὶ τῶν ἐχθρῶν τινʼ ἐπιρρύξας, ἀγρίως αὐτοῖς ἐπιπηδᾷς. 705
 
εἰ γὰρ ἐβούλοντο βίον πορίσαι τῷ δήμῳ, ῥᾴδιον ἦν ἄν.
← Önceki Parodos · 23 / 26 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi